# Περὶ τῶν εἰς μι 10.5

Aelius Herodianus, Περὶ τῶν εἰς μι, 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-21/10.5

ἰϲτέον ὅτι ἐν τοῖϲ εἰϲ μι οὐκ ἔϲτι μέϲοϲ παρακείμενοϲ, καὶ ἡ αἰτία ἐϲτὶν αὕτη· ἡνίκα ὁ πρῶτοϲ ἀόριϲτοϲ ὁ ἐνεργητικὸϲ περιττοϲυλλαβεῖ τοῦ δευτέρου ἀορίϲτου τοῦ ἐνεργητικοῦ, τότε καὶ ὁ ἐνεργητικὸϲ παρακείμενοϲ περιττοϲυλλαβεῖ τοῦ μέϲου παρακειμένου οἶον κτυπῶ κτυπήϲω ἐκτύπηϲα ἔκτυπον ἐκτύπηκα ἔκτυπα, δουπῶ δουπήϲω ἐδούπηϲα ἔδουπον καὶ δεδούπηκα δέδουπα· ὅτε δὲ ὁ α΄ ἀόριϲτοϲ ὁ ἐνεργητικὸϲ ἰϲοϲυλλαβεῖ τῷ δευτέρῳ ἀορίϲτῳ τῷ ἐνεργητικῷ, τότε καὶ ὁ ἐνεργητικὸϲ παρακείμενοϲ ἰϲοϲυλλαβεῖ τῷ μέϲῳ παρακειμένῳ, ἔϲτειλα ἔϲταλον ἔϲταλκα ἔϲτολα. ἐνταῦθα οὖν ἐν τοῖϲ εἰϲ μι, ἐπειδὴ ἀεὶ περιττοϲυλλαβε ὁ πρῶτοϲ ἀόριϲτοϲ ὁ ἐνεργητικὸϲ τοῦ δευτέρου ἀορίϲτου τοῦ ἐνεργητικοῦ, ἔϲτηϲα γὰρ καὶ ἔϲτην, ἔδωκα ἔδων, ἔθηκα ἔθην, ἧκα ἧν, εἰ ἐγένετο ὁ μέϲοϲ παρακείμενοϲ, ἤμελλε περιττοϲυλλαβεῖϲθαι ἐκ τοῦ ἐνεργητικοῦ παρακειμένου, τοῦ βέβηκα τοῦ δέδωκα καὶ τοῦ ἔγνωκα καὶ τοῦ ἕϲτακα τριϲυλλαβούντων, αὐτόϲ, φημὶ δὴ ὁ μέϲοϲ παρακείμενοϲ, εἰϲ διϲυλλαβίαν περιπίπτων ὅπερ ἐϲτὶν ἀδύνατον οὐδέποτε γὰρ ὁ μέϲοϲ παρακείμενοϲ διϲύλλαβοϲ εὑρίϲκεται ἐν χρήϲει, χωρὶϲ τοῦ οἷδα καὶ τοῦ εἶκα ὃ ϲημαίνει τὸ ὁμοιῶ, ὡϲ παρὰ Ἀλκμᾶνι εἶκαϲ μὲν ὡραίῳ λίνῳ ἀντὶ τοῦ ὡμοίωϲαι· καὶ χωρὶϲ τοῦ ᾖα, ὃ ϲημαίνει τὸ ἐπορευόμην, ὅπερ κατά διάλυϲιν γίνεται ἤϊα, ὡϲ παρὰ τῷ ποιητῇ (δ 433) ἤϊα πολλὰ θεοὺϲ γουνούμενοϲ, ἀντὶ τοῦ ἐπορευόμην, ἐξ οὖ ὁ ὑπερϲυντελικὸϲ ἠΐειν διὰ τοῦ η καὶ ι κατὰ τὴν ἄρχουϲαν καὶ ἐν ϲυνθέϲει παρῄειν καὶ ἐξῄειν, ὡϲ παρὰ Μενάνδρῳ ( Con. ed. Meoin. IV 322) ἀπῄειν τῶν τόκων τόκουϲ ἔχων. τούτου οὖν χάριν ἐν τοῖϲ εἰϲ μι οὐκ ἔϲτι μέϲοϲ παρακείμενοϲ μέϲου δὲ παρακειμένου μὴ ὄντοϲ, εἰκότωϲ οὕτε μέϲοϲ ὑπερϲυντελικόϲ ἐϲτιν, ἐπειδὴ ἐκ τοῦ μέϲου παρακειμένου κανονίζεται ὁ μέϲοϲ ὑπερϲυντελικόϲ.

---

Herodianus, Περὶ τῶν εἰς μι, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg022.local001/.
