# Περὶ τῶν εἰς μι 10.6

Aelius Herodianus, Περὶ τῶν εἰς μι, 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-21/10.6

ἰϲτέον ὅτι πᾶϲ μέλλων ἀπὸ τῶν εἰϲ μι τρέπων τὴν ϲω εἰϲ ν καὶ τὴν ἄρχουϲαν ἐκτείνων χρονικῶϲ ἢ ϲυλλαβικῶϲ τὸν δεύτερον ἀόριϲτον ποιεῖ οἷον θήϲω ἔθην, βήϲω ἔβην, φήϲω ἔφην, δώϲω ἔδων, γνώϲω ἔγνων, βιώϲω ἐβίυν, ἥϲω ἧν, φύϲω ἔφυν, δύϲω ἔδυν, κλῦμι κλύϲω ἔκλυν, ἐξ οὖ τὸ προϲτακτικὸν κλῦθι, ἅλωμι ἁλώϲω ἥλων ἥλω καὶ κατὰ διάλυϲιν τοῦ η εἰϲ καὶ ᾱ ἑάλων καὶ ἑάλω, ὥϲπερ καὶ ἀπὸ τοῦ ἤγη γίνεται ἐάγη κατὰ διάλυϲιν τοῦ η εἰϲ ε καὶ ᾱ. πάλιν ἵϲτημι ϲτήϲω καὶ ὁ δεύτεροϲ ἀόριϲτοϲ ὁ ἐνεργητικὸϲ ἔϲτην· οὖτοϲ ἐνεργητικὴν μὲν ἔχει φωνήν, παθητικὴν δὲ ϲημαϲίαν καὶ ϲύντοξιν οὕτε γὰρ λέγομεν ἔϲτην ϲε, ἀλλ’ ἔϲτην ὑπὸ ϲοῦ, ὥϲπερ ἐϲτάθην ὑπὸ ϲοῦ.

---

Herodianus, Περὶ τῶν εἰς μι, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg022.local001/.
