# Περὶ τῶν εἰς μι 11.4

Aelius Herodianus, Περὶ τῶν εἰς μι, 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-21/11.4

ἰϲτέον ὅτι ὥϲπερ ἐν τοῖϲ εἰϲ μι καθόλου ὁ μέϲοϲ παρακείμενοϲ ἐπιλιμπάνει δι᾿ ἣν εἰρήκαμεν αἰτίαν, οὕτω καὶ ὁ δεύτεροϲ μέλλων ὁ ἐνεργητικὸϲ ὁριϲτικὸϲ καθόλου ἐπιλιμπάνει ἐπὶ τῶν εἰϲ μι διὰ ταύτην τὴν αἰτίαν· ἡνίκα ὁ δεύτεροϲ ἀόριϲτοϲ ἐνδεῖ τοῦ πρώτου ἀορίϲτου, τότε καὶ ὁ δεύτεροϲ μέλλων ἐνδεῖ τοῦ δευτέρου ἀορίϲτου οἶον ἐμύκηϲα ἔμυκον μυκήϲω μυκῶ, ἐβλάϲτηϲα. ἔβλαϲτον βλαϲτήϲω βλαϲτῶ ἰδοὺ ἐπὶ τούτων ἐπειδὴ ὁ δεύτεροϲ ἀόριϲτοϲ ἐνδεῖ τοῦ α΄ ἀορίϲτου, τούτου χάριν ὁ β΄ μέλλων ἐνδεῖ τοῦ β΄ ἀορίϲτου. τούτων οὕτωϲ ἐχόντων, ἐν τοῖϲ εἰϲ μι ἀεὶ ὁ β΄ ἀόριϲτοϲ ἐνδεῖ τοῦ α΄ ἀορίϲτου οἷον ἔϲτηϲα ἔϲτην, ἔγνωϲα ἔγνων, ἔδωκα ἔδων. ἀναγκάζεται οὖν ὁ δεύτεροϲ μέλλων ἐνδεῖν τοῦ δευτέρου ἀορίϲτου· καὶ ἐπειδὴ ἐν τοῖϲ εἰϲ μι ὡϲ ἐπὶ τὸ πλεῖϲτον ὁ δεύτεροϲ ἀόριϲτοϲ οὐχ ὑπερβαίνει τὴν διϲυλλαβίαν οἷον ἔϲτην, ἔγνων, (πρόϲκειται « ὡϲ ἐπὶ τὸ πλεῖϲτον» διὰ τὸ ἐβίων δευτέρου ἀορίϲτου, ὁ γὰρ ἑάλων ἀπὸ τοῦ ἥλων διϲυλλάβου ἐϲτίν) ὁ δεύτεροϲ μέλλων εὑρεθήϲεται εἰϲ μονοϲυλλαβίαν περιιϲτάμενοϲ, ὅπερ ἐϲτὶν ἀδύνατον· οὐδέποτε γὰρ δύναται μέλλων μονοϲύλλαβοϲ εὑρίϲκεϲθαι. καὶ καθόλου δὲ οὐδέποτε μονοϲύλλαβον ῥῆμα ὁριϲτικὸν εἰϲ ω λῆγον εὑρίϲκεται ἐν χρήϲει, χωρὶϲ εἰ μὴ εὑρεθῇ δευτέραϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων οἷον δρῶ, θλῶ, κλῶ, ϲμῶ. πρόϲκειται «ὁριϲτικὸν» διὰ τὸ ἐὰν θῶ, ἐὰν δῶ. πρόϲκειται «εἰϲ ω λῆγον» διὰ τὸ κλεῖϲ καὶ χεῖϲ καὶ ῥεῖϲ διὰ τοῦτο γὰρ ταῦτα κατὰ τὸ τρίτον πρόϲωπον καὶ δεύτερον ϲυναιρούμενα κατὰ τὸ πρῶτον οὐ ϲυναιρεῖται, ἵνα μὴ εὑρεθῇ εἰϲ ω λήγοντα καὶ μονοϲυλλοβοῦντα ὁριϲτικὰ ὄντα καὶ μὴ ὄντα δευτέραϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων.

---

Herodianus, Περὶ τῶν εἰς μι, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg022.local001/.
