Ancient Greek
11
Aelius Herodianus, Περὶ τῶν εἰς μι 11.5
Not analysed yet
ἰϲτέον ὅτι πᾶϲ ἐνεϲτὼϲ ὁριϲτικὸϲ εἰϲ μι λήγων, τροπῇ τῆϲ μι εἰϲ μαι παθητικὸϲ γίνεται μετὰ τοῦ ϲυϲτέλλειν τὴν παραλήγουϲαν πρὸϲ τὴν παραλήγουϲαν τοῦ πρώτου προϲώπου τῶν πληθυντικῶν τῶν ἐνεργητικῶν. καὶ δεῖ γινώϲκειν, ὅτι ἡ μὲν πρώτη ϲυζυγία τῶν εἰϲ μι ϲυϲτέλλει τὴν παραλήγουϲαν διά τοῦ ε οἷον τίθεμαι, ἡ δὲ δευτέρα διὰ τοῦ ᾱ ϲυνεϲταλμένου, ἡ δὲ τρίτη διὰ τοῦ ο, ἡ δὲ δ΄ τὸ δίχρονον μόνον ϲυϲτέλλει· εὐλόγωϲ ἡ μὲν πρώτη ϲυζυγία διὰ τοῦ ε ϲυϲτέλλει τὴν παραλήγουϲαν οἷον τίθημι τίθεμαι, ἐπειδὴ καὶ τὸ πρωτότυπον τὸ ε ἔχει· ἡ δὲ δευτέρα διὰ τοῦ ᾱ, ἐπειδὴ καὶ τὸ πρωτότυπον ἔχει τὸ ᾱ καὶ ἡ τρίτη διὰ τοῦ ο ο, ἐπειδὴ καὶ τὸ πρωτότυπον τὸ ο ἔχει· ἡ δὲ τετάρτη τὸ δίχρονον μόνον ϲυϲτέλλει, ἐπειδὴ καὶ τὸ πρωτότυπον διὰ διχρόνου ϲυνεϲταλμένου ἐϲτί. τούτων οὕτωϲ ἐχόντων, τοῦ εἶμι τοῦ ϲημαίνοντοϲ τὸ πορεύομαι τὸ παθητικὸν ὤφειλεν εἶναι ἴμαι διὰ τοῦ ῑ, ἐπειδὴ καὶ τὸ πληθυντικὸν τὸ ἐνεργητικὸν ἴμεν ἐϲτὶ διὰ τοῦ ῑ· ἀλλ᾿ ἐπειδὴ ἐνταύθα οὐδὲν πλέον ἤμελλε ϲημαίνειν τὸ παθητικὸν τοῦ ἐνεργητικοῦ (καὶ τὸ παθητικὸν γὰρ ὁμοίωϲ τὸ εἶμι τὸ πορεύομαι ἤμελλε δηλοῦν), τούτου χάριν ἐπιλέλοιπε τὸ παθητικόν, ὡϲ τὴν αὐτὴν τῷ ἐνεργητικῷ μέλλον ἔχειν ϲημαϲίαν καὶ ἀπὸ τοῦ εἰμὶ τοῦ ϲημαίνοντοϲ τὸ ὑππάρχω τὸ παθητικὸν ἔμαι ὤφειλεν εἶναι διὰ τοῦ ε, ἐπειδὴ καὶ τὸ πληθυντικὸν τὸ ἐνεργητικὸν ἔμεν ἐϲτὶ διὰ τοῦ ἐ, ὅπερ κατὰ πλεοναϲμὸν τοῦ ϲ γίνεται ἐϲμέν· ἀλλ’ ἐποιδὴ τὰ ὑπαρκτικὰ οὐκ ἔχει παθητικά, τὸ γὰρ ὑπάρχω οὐ κλίνεται εἰϲ παθητικὸν καὶ γίνεται ὑπάρχομαι, τούτου χάριν ἐπιλέλοιπε τὸ ἔμαι.