# Περὶ τῶν εἰς μι 11.6

Aelius Herodianus, Περὶ τῶν εἰς μι, 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-21/11.6

ζητεῖται δὲ περὶ τοῦ ἐπίϲταμαι, ὅτι πόθεν γέγονε; καὶ λέγει ὁ Ἀπολλώνιοϲ, ὅτι ἀπὸ τοῦ ἵϲτημι γίνεται ἵϲταμαι, καὶ προϲερχομένη ἡ ἐπί πρόθεϲιϲ ὤφειλε τρέψαι τὸ π εἰϲ φ, ἵνα ῇ ἐφίϲταμαι, καὶ γὰρ τὸ ἵϲταμαι δαϲύνεται οἷον καθίϲταμαι, ὑφίϲταμαι, ἀλλὰ γέγονεν ἐπίϲταμαι, τοῦ π φυλαχθέντοϲ Ἰωνικῶϲ· καὶ γὰρ τὸ ἥλιοϲ δαϲύνεται, καὶ ὅμωϲ ἀπηλιώτηϲ Ἰωνικῶϲ ἐπεκράτηϲε λέγεϲθαι διά τοῦ π καὶ οὐκ ἀφηλιώτηϲ διὰ τοῦ καὶ πάλιν ὁ Ἥφαιϲτοϲ δαϲύνεται, καὶ ὅμωϲ «ἐπ’ Ἡφαίϲτοιο θύρῃϲιν» Ἰωνικῶϲ εἶπεν ὁ ποιητήϲ· οὕτωϲ οὖν, ὡϲ εἴρηται, καὶ τὸ ἐπίϲταμαι Ἰωνικῶϲ ἐφύλαξε τὸ π, εἰ οὖν οὕτωϲ γέγονεν ἀπὸ τοῦ ἵϲταμαι· ἢ ἀπὸ τοῦ ἰϲῶ ἴϲημι ὃ ϲημαίνει τὸ γινώϲκω γέγονεν ἴϲαμαι καὶ ἐν πλεοναϲμῷ τοῦ τ ἴϲταμαι καὶ ἐκεῖθεν ἐπίϲταμαι, καὶ εὐλόγωϲ ἐφύλαξε τὸ π τῆϲ ἐπί προθέϲεωϲ, ἐπειδὴ τὸ ἴϲημι ψιλοῦται. ὁ δὲ Φιλόξενοϲ λέγει, ὅτι ἔϲτιν εἴδω εἴϲω ὃ ϲημαίνει τὸ γινώϲκω, ἀφ’ οὖ τὸ ἰϲτόϲ ὃ ϲημαίνει τὸ ἐπιϲτήμων· γράφεται δέ διὰ τοῦ ῑ τὸ ἰϲτόϲ, ἐπειδὴ τὸ εἴδω ἐν ταῖϲ ϲυνθέϲεϲι ταῖϲ ὀνοματικαῖϲ καὶ ταῖϲ παραγογαῖϲ ταῖϲ ὀνοματικαῖϲ ἀποβάλλει τὸ ε οἶον ἴδμων, ἱϲτορία, νῆϊϲ (ὁ ἄπειροϲ, ὁ τοῦ εἰδέναι ἐϲτερημένοϲ), Πολύϊδοϲ (ἔϲτι δὲ ὄνομα μάντεωϲ)· τὸ γὰρ εἰδήμων γραφόμενον διὰ τῆϲ ει διφθόγγου οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔϲτιν ἀπὸ τοῦ εἴδω βαρυτόνου, ἀλλ’ ἀπὸ περιϲπωμένου τοῦ εἰδῶ εἰδῇϲ εἰδήμων. ἐκ τοῦ οὖν ἰϲτόϲ ὃ ϲημαίνει τὸ ἐπιϲτήμων γέγονεν ἰϲτῶ ἰϲτήϲω ἰϲτήμων καὶ ἐπιϲτήμων, ἐκ τούτου δὲ τοῦ ἰϲτῶ τοῦ ϲημαίνοντοϲ τὸ γινώϲκω γέγονεν ἴϲτημι καὶ ἴϲταμαι καὶ ἐκεῖθεν ἐπίϲταμαι, καὶ εὐλόγωϲ ἐφυλάχθη τὸ π, ἐπειδὴ ψιλοῦται αὕτη ἡ κίνηϲιϲ, ὡϲ ἐκ τοῦ εἴδυ γεγενημένη, ὅπερ ψιλοῦται.

---

Herodianus, Περὶ τῶν εἰς μι, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg022.local001/.
