# Περὶ τῶν εἰς μι 11.7

Aelius Herodianus, Περὶ τῶν εἰς μι, 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-21/11.7

τὰ ἔχοντα τὴν ἐνεργητικὴν μετοχὴν εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ τροπῇ τοῦ τ τοῦ ἐν τῷ τρίτῳ προϲώπῳ εἰϲ ϲ ποιεῖ τὰ δεύτερα πρόϲωπα οἷον πεποίηται πεποίηϲαι, πεποιηκὼϲ γὰρ ἡ ἐνεργητικὴ μετοχὴ εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ, καὶ δύναται δύναϲαι ὅτι δυνάϲ, καὶ ἐπίϲταται ἐπίϲταϲαι, ὅτι ἐπιϲτάϲ εἰ l. 30 ἐπ’ Ἡφ. θύρῃϲιν etiam ap. Apollon d. adv. p. 562 affertur; homericus quidem locus non est. καὶ μὴ εὕρηται ἐν χρήϲει τὸ δυνάϲ καὶ ἐπιϲτάϲ· εἰϲὶ δὲ ὡϲ ἀπὸ τοῦ δύνημι καὶ. ἐπίϲτημι, καὶ δύναμαι καὶ ἐπίϲταμαι· τὸ δὲ δύνῃ καὶ ἐπίϲτῃ κατὰ πάθοϲ λέγουϲιν, ὡϲ ἀπὸ τοῦ δύναϲαι καὶ ἐπίϲταϲαι, δύνααι ἐπίϲτααι καὶ Ἰωνικῶϲ δύνεαι καὶ ἐπίϲτεαι, καὶ κατὰ κρᾶϲιν τοῦ ε καὶ ᾱ εἰϲ η δύνῃ καὶ ἐπίϲιῃ, καὶ μένει τὸ ῑ προϲγεγραμμένον.

---

Herodianus, Περὶ τῶν εἰς μι, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg022.local001/.
