Ancient Greek
12.1 to 12.2
Aelius Herodianus, Περὶ τῶν εἰς μι 12.1-2
Not analysed yet
ἤμην τὸ ϲημαντικὸν τοῦ ὑπάρχειν ϲπανίωϲ εὑρίϲκεται κατὰ τὴν χρῆϲιν τῶν Ἑλλήνων, οὗ τὰ ὑποδείγματα δίδομεν ἐν τῷ περὶ τῶν εἰϲ μι. ὁ μέντοι ποιητὴϲ οὐκ ἐχρήϲατο. ἰϲτέον ὅτι τὸ ἤμην ἐπὶ τοῦ ὑπῆρχον ἀπηγόρευται ἀντὶ γάρ τοῦ ἤμην «ἦν ἐγώ» λέγουϲιν, ὡϲ Ἀριϲτοφάνηϲ (Plut. 28) ἐγὼ θεοϲεβὴϲ καὶ δίκαιοϲ ὢν ἀνὴρ κακῶϲ ἔπραττον, καὶ πένηϲ ἦν εὕρηται γὰρ τὸ ἤμην τὸ ἐπὶ τοῦ ὑπῆρχον, ὡϲ παρ᾿ Εὐριπίδῃ ἐν Ἑλένηϲ ἀπαιτήϲει (ν. Hel. 931) ἐγὼ δὲ προδότιϲ οὐκ ἤμην τέκνον.