# Περὶ τῶν εἰς μι 12.4

Aelius Herodianus, Περὶ τῶν εἰς μι, 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-21/12.4

ἰϲτέον ὅτι ἀπὸ τοῦ τέθειμαι παρακειμένου, ὁ γὰρ τέθειμαι κατὰ πλεοναϲμὸν ἔχει τὸ ῑ, γέγονεν ὁ παθητικὸϲ πρῶτοϲ ἀόριϲτοϲ ἐτέθην τροπῇ τῆϲ μαι εἰϲ θην καὶ ἀποβολῇ τοῦ κατ’ ἀρχὴν ϲυμφώνου δεῖ δὲ γινώϲκειν, ὅτι ἀπὸ τοῦ τέθειμαι παρακειμένου τραπείϲηϲ τῆϲ μαι ϲυλλαβῆϲ εἰϲ θην ἐθέθην ὤφειλεν εἶναι ὁ παθητικὸϲ πρῶτοϲ ἀόριϲτοϲ· ἀλλὰ διὰ τὴν κακοφωνίαν τῆϲ ἐπαλληλίαϲ τοῦ δαϲέωϲ θ τροπὴ παρηκολούθηϲε τοῦ πρώτου θ εἰϲ τ καὶ γέγονεν ἐτέθην ὥϲπερ τὸ τέθυμαι ἐθύθην καὶ ἐτύθην. εἰ δέ τιϲ εἴποι, διὰ τί γὰρ τὸ πρῶτον θ ἐτράπη, καὶ μὴ τὸ τελευταῖον λέγομεν ὅτι οὐκ ἠδύνατο τὸ τελευταῖον θ τραπῆναι, ἐπειδὴ ὁ πρῶτοϲ ἀόριϲτοϲ ὁ παθητικὸϲ εἰϲ θην θέλει λήγειν οἶον ἐτύφθην. τούτων οὕτωϲ ἐχόντων, τὸ ἐγνώϲθην καὶ ἠδυνάϲθην καὶ ἐδυνήθην, μακρᾷ παραληγόμενα, οὐκ ἔϲτιν ἀπὸ τῶν εἰϲ μι ἀλλ’ ἀπὸ τῶν εἰϲ ω· εἰ γὰρ ῆϲαν ἀπὸ τῶν εἰϲ μι οὕτωϲ ἤμελλον εἶναι· γνῶμι γνώϲω ἔγνωκα ἔγνομαι ἐγνόθην διὰ τοῦ ο ὥϲπερ δίδωμι δώϲω δέδωκα δέδομαι ἐδόθην, πῶμι πώϲω πέπωκα πέπομαι ἐπόθην, καὶ πάλιν ἀπὸ τοῦ δύνημι δυνήϲω δεδύνηκα εἶχεν εἶναι δεδύναμαι ἐδυνάθην ὥϲπερ βίβημι βήϲω βέβηκα βέβαμαι καὶ ἐβόθην, ἐξ οὖ τὸ παρεβάθην ἀλλ᾿ , ὡϲ εἴρηται, ἀπὸ τῶν εἰϲ ω ἐϲτίν καὶ τὸ μὲν ἐγνώϲθην γέγονε τοῦτον τὸν τρόπον· ἔϲτι γνώω τῆϲ ἕκτηϲ ϲυζυγίαϲ, ἐξ οὗ τὸ ὑποτακτικὸν παρὰ τῷ ποιητῇ (Α 302) ἵνα γνώωϲι καὶ οἵδε καὶ τούτου ὁ μέλλων γνώϲω εἶτα ὁ παροκείμενοϲ ὁ ἐνεργητικὸϲ ἔγνωκα, ὁ παθητικὸϲ ἔγνωϲμαι, καὶ λοιπὸν ὁ παθητικὸϲ πρῶτοϲ ἀόριϲτοϲ ἐγνώϲθην. τὸ δὲ ἠδυνάϲθην γέγονε τοῦτον τὸν τρόπον· ὡϲ ἀπὸ τοῦ δυνάζω δυνάϲω δεδύνακα δεδύναϲμαι ἐδυνάϲθην, ὥϲπερ φράζω φράϲω πέφρακα πέφραϲμαι ἐφράϲθην καὶ κατὰ ἔκταϲιν Ἀττικὴν τοῦ ε εἰϲ τὸ η δυνάϲθην ὥϲπερ ἔμελλον ἤμελλον· πάλιν ὡϲ ἀπὸ τοῦ δυνῶ δυνᾷϲ περιϲπωμένου τῆϲ δευτέραϲ ϲυζυγίαϲ γίνεται δυνήϲω δεδύνηκα δεδύνημαι ἐδυνήθην, καὶ κατὰ ἔκταϲιν Ἀττικὴν τοῦ ἔ εἰϲ τὸ η ἠδυνήθην.

---

Herodianus, Περὶ τῶν εἰς μι, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg022.local001/.
