# Περὶ τῶν εἰς μι 13.2

Aelius Herodianus, Περὶ τῶν εἰς μι, 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-21/13.2

τὰ ἔχοντα τὴν μετοχὴν εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ εἰϲ ναι ποιεῖ τὸ ἀπαρέμφατον ἐπὶ τῶν εἰϲ μι καὶ ϲυϲτολὴ παρακολουθεῖ δηλονότι τῆϲ παραληγούϲηϲ κατὰ τὰ ἀπαρέμφατα ἐν τῷ ἐνεϲτῶτι καὶ παρατατικῷ οἶον ἐτίθην τιθείϲ τιθέναι καὶ ἵϲτην ἱϲτάϲ ἱϲτάναι, ἐδίδου διδούϲ διδόναι, ἐζεύγνυ ζευγνύϲ ζευγνύναι. πρόϲκειται «ἐν τῷ ἐνεϲτῶτι καὶ παρατατικῷ» διὰ τὸν δεύτερον ἀόριϲτον, τὰ γὰρ ἀπαρέμφατα τῶν εἰϲ μι τοῦ δευτέρου ἀορίϲτου τοῦ ἐνεργητικοῦ οὐ ϲυϲτέλλει τὴν παραλήγουϲαν· ἔϲτη ϲτάϲ ϲτῆναι, ἔγνων γνούϲ γνῶναι, ἥλω ἁλούϲ ἁλῶναι, βιούϲ βιῶναι· ϲεϲημείωται τὸ δοῦναι, θεῖναι, εἶναι (ὃ ϲημαίνει τὸ ἀπολῦϲαι, ἐξ οὖ τὸ ἀφεῖναι), ὅτι ἀπαρέμφατα ὄντα δευτέρου ἀορίϲτου ἐνεργητικοῦ οὐκ ἐφύλαξε τὸ φωνῆεν τοῦ ἀορίϲτου, ἀλλὰ διὰ διφθόγγου ἐγένετο, ἔδων γὰρ διὰ τοῦ ω καὶ δοῦναι διὰ τῆϲ ου διφθόγγου, καὶ πάλιν ἔθην καὶ ἧν (ϲημαίνει δὲ τὸ ἀπέλυϲα), θεῖναι, εἶναι διὰ τῆϲ ει διφθόγγου. διὰ τοῦτο δὲ τὰ ἀπαρέμφατα τῶν εἰϲ μι κατὰ μὲν τὸν ἐνεϲτῶτα καὶ παρατατικὸν ϲυϲτέλλει τὴν παραλήγουϲαν, κατὰ δὲ τὸν β΄ ἀόριϲτον τὸν ἐνεργητικὸν οὐ ϲυϲτέλλει τὴν παραλήγουϲαν, ἐπειδὴ καὶ ἐν τοῖϲ ὁριϲτικοῖϲ ὁ μὲν ἐνεϲτὼϲ καὶ ὁ παρατατικὸϲ τῶν εἰϲ μι ϲυϲτέλλουϲι τὴν παραλήγουϲαν ἐν τοῖϲ πληθυντικοῖϲ οἷον τίθημι τίθεμεν, δίδωμι δίδομεν· ὁ δὲ δεύτεροϲ ἀόριϲτοϲ ὁ ἐνεργητικὸϲ οὐ ϲυϲτέλλει τὴν παραλήγουϲαν ἐν τοῖϲ πληθυντικοῖϲ οἶον ἔϲτην ἔϲτημεν, ἔγνων ἔγνωμεν, ϲεϲημειωμένου τοῦ ἔδομεν καὶ ἔθεμεν καὶ ἕμεν (ὃ ϲημοίνει τὸ ἀπελύϲαμεν). θέλει δὲ τὰ εἰϲ ναι ἀπαρέμφατα τὴν παραλήγουϲαν φυλάττειν τοῦ πρώτου προϲώπου τῶν πληθυντικῶν τοῦ ἰδίου ὁριϲτικοῦ οἶον ἐτύφθημεν 40) τυφθῆναι· οὕτωϲ οὖν καὶ ἐτίθεμεν τιθέναι καὶ ἵϲταμεν ἱϲτάναι καὶ ἐδίδομεν διδόναι καὶ ἐζεύγνυμεν ζευγνύναι διὰ ϲυνεϲταλμένου τοῦ υ καὶ ἔϲτημεν ϲτῆναι καὶ ἔβημεν βῆναι καὶ ἔγνωμεν γνῶναι καὶ ἥλωμεν ἁλῶναι καὶ ἐβίωμεν βιῶναι· περὶ γὰρ τοῦ ἔδομεν δοῦναι καὶ ἔθεμεν θεῖναι καὶ ἕμεν εἶναι, ὅτι οὐκ ἐφύλαξε τὴν παρολήγουϲαν τοῦ πρώτου προϲώπου τῶν πληθυντικῶν τοῦ ἰδίου ὁριϲτικοῦ, ἀλλὰ διὰ διφθόγγου ἐγένετο καὶ ὑπὲρ τοῦ παρακειμένου καὶ ὑπερϲυντελικοῦ, τετύφαμεν γὰρ διὰ τοῦ ᾱ τὸ πρῶτον πρόϲωπον τῶν πληθυντικῶν τοῦ ὁριϲτικοῦ καὶ τετυφέναι διὰ τοῦ ε, ἐν τοῖϲ εἰϲ ω μεμαθήκαμεν.

---

Herodianus, Περὶ τῶν εἰς μι, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg022.local001/.
