Ancient Greek
13
Aelius Herodianus, Περὶ τῶν εἰς μι 13.3
Not analysed yet
ἰϲτέον δὲ ὅτι τὸ εἶναι τὸ ἐπὶ τοῦ ὑπάρχειν ὤφειλεν εἶναι ἕναι διὰ τοῦ ε καὶ οὐ διά τῆϲ ει διφθόγγου, ἐπειδὴ τὸ πρῶτον πρόϲωπον τῶν πληθυντικῶν τοῦ ἰδίου ὁριϲτικοῦ, φημὶ δὲ τοῦ εἰμί, ἐμέν ἐϲτίν, ὅπερ κατὰ πλεοναϲμὸν τοῦ ϲ γίνεται ἐϲμέν. ἔϲτιν οὖν εἰπεῖν ὅτι εὕρηται καὶ εἰμέν διὰ τῆϲ ει διφθόγγου κατὰ πλεοναϲμὸν τοῦ ῑ «ήμεῖϲ δ’ εἰμὲν τοῖοι» (H 231). οὐκ ἄτοπον οὖν ἐκ τοῦ εἰμὲν τοῦ διὰ τῆϲ ει διφθόγγου γενέϲθαι τὸ εἶναι ἐπὶ τοῦ ὑπάρχειν διὰ τῆϲ ει διφθόγγου. τὸ δὲ εἶναι ἀπαρέμφατον τὸ ἐπὶ τοῦ πορευθῆναι, ἐξ οὗ τὸ ἀπεῖναι, καὶ αὐτὸ διὰ τῆϲ ει διφθόγγου ἔχει τὴν παραλήγουϲαν, ὀφεῖλον διὰ τοῦ ῑ εἶναι πρὸϲ τὸ ἴμεν πρῶτον πρόϲωπον τῶν πληθυντικῶν τοῦ ἰδίου ὁριϲτικοῦ.