Ancient Greek
14
Aelius Herodianus, Περὶ τῶν εἰς μι 14.2
Not analysed yet
ἐλέγχει δὲ αὐτὸν (sc. Apolloniuuιn) ὁ Ἡρωδιανόϲ, λέγων, ὅτι οὐ καλῶϲ δοξάζει οὐδὲ γάρ, φηϲίν, εὕρηται παντελῶϲ ἐν χρήϲει τὸ ἐὰν τεθείκωμαι καὶ ἐὰν δεδώκωμαι, ἀλλ’ ἐὰν τεθῶμαι καὶ ἐὰν δεδῶμαι· ἄλλωϲ τε εἰ ὑπῆρχεν ἀληθὴϲ ὁ λόγοϲ τοῦ Ἀπολλωνίου, καὶ ἀπὸ τῶν ὑποτακτικῶν ἐνεργητικῶν τοῦ παρακειμένου καὶ ὑπερϲυντελικοῦ ἐγίνετο τὸ ὑποτακτικὸν παθητικὸν προϲθέϲει τῆϲ μα ,ὤφειλεν ἐὰν τετύφωμαι εἶναι καὶ μὴ ἀναπληροῦϲθαι διὰ μετοχῆϲ, διὰ τὸ τὸν τέτυμμαι παθητικὸν παρακείμενον ἔχειν πρὸ τοῦ μ ϲύμφωνον· καὶ πάλιν ἐὰν μεμνήκωμαι ὤφειλεν εἶναι καὶ οὐχὶ ἐὰν μεμνῶμαι ἀπὸ τοῦ μέμνημαι.