# Περὶ τῶν εἰς μι 14.3.1

Aelius Herodianus, Περὶ τῶν εἰς μι, 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-21/14.3.1

ἰϲτέον δὲ ὅτι ἐν τοῖϲ εἰϲ μι κατὰ τὸν ἐνεϲτῶτα καὶ παρατατικὸν καὶ τὸν δεύτερον ἀόριϲτον τὸν ἐνεργητικὸν ἐπὶ μὲν τῆϲ πρώτηϲ ϲυζυγίαϲ διὰ τῆϲ ει διφθόγγου ἐκφέρεται ἡ μετοχὴ οἰον ἐτίθην τιθείϲ, ἵην τὸ ἔπεμπον ἱείϲ καὶ ἀφιείϲ, ἧν ἐπὶ τοῦ αὐτοῦ ϲημαινομένου εἵϲ καὶ ἀφείϲ. ἐπὶ δὲ τῆϲ δευτέραϲ ϲυζυγίαϲ εἰϲ αϲ ἐϲτὶν ή μετοχὴ διὰ ἐκτεταμένου τοῦ α οἶον ἵϲτην ἱϲτάϲ, ἔϲτην ϲτάϲ, ἔπτην πτάϲ. ἐπὶ δὲ τῆϲ τρίτηϲ ϲυζυγίαϲ εἰϲ ουϲ ἐϲτὶν ἡ μετοχὴ οἶον ἐδίδων διδούϲ, ἥλων ἁλούϲ. ἐπὶ δὲ τῆϲ δ ϲυζυγίαϲ εἰϲ υϲ ἐϲτὶν ἡ μετοχὴ διὰ ἐκτεταμένου τοῦ ῦ, ἔδυν δύϲ καὶ ὑποδύϲ. ϲὐλόγωϲ δὲ ἐπὶ τῆϲ πρώτηϲ ϲυζυγίαϲ τῶν εἰϲ μι διὰ διφθόγγου ἐϲτὶν ἡ μετοχὴ, ἐπειδὴ καὶ ή ἐντέλεια τοῦ πρωτοτύπου τὸ ε ἔχει οἶον τιθέω τὸ δὲ ε διὰ τῆϲ προϲθήκηϲ τοῦ ῑ πέφυκε μεγεθύνεϲθαι οἰον τυφθέντοϲ τυφθεῖϲα, οὐκ ἠδύνατο γὰρ τὸ ἤ τοῦ ἰδίου ὁριϲτικοῦ, φημὶ δὴ τοῦ τίθημι, καὶ γενέϲθαι εἰϲ ηϲ διὰ τοῦ ῆ, ἐπειδὴ θέλουϲιν ἔχειν αἰ μετοχαὶ κατάλη ηξιν ἁρμόζουϲαν τριγενείᾳ καὶ κλίϲιν τὴν διὰ τοῦ ντ εἰϲ ηϲ δὲ οὐκ ἔχομεν ὀνὸματα, φημὶ δὲ διὰ τοῦ η κλινόμενα διὰ τοῦ ντ καὶ ποιοῦντα τριγένειαν, ἀλλὰ καὶ αὐτὰ τὰ διὰ τοῦ τοϲ κλινόμενα οὐκ ἔχει τριγένειαν οἶον λέβηϲ λέβητοϲ τὰ γὰρ εἰϲ ηϲ διὰ τοῦ εοϲ κλινόμενα ἔχει μὲν τριγένειαν οἶον ὁ εὐϲεβήϲ ἡ εὐϲεβήϲ τὸ εὐϲεβέϲ· οὐκ ἔχει δὲ κλίϲιν ἁρμόζουϲαν μετοχαῖϲ, φημὶ δὴ τὴν διὰ τοῦ ντ τὰ γὰρ εἰϲ ηϲ οὐδέποτε κλίνεται διὰ τοῦ ντ τὸ γὰρ φθογγῆϲ φθογγῆντοϲ καὶ τιμῆϲ τιμῆντοϲ πεπονθότα ἐϲτίν. ἡ δὲ δευτέρα ϲυζυγία εἰκότωϲ διὰ τοῦ α ἔχει τὴν μετοχὴν οἶον ἵϲτημι ἱϲτάϲ, ἔπειδὴ ἡ ἐντέλεια τοῦ πρωτοτύπου τὸ α ἔχει· ἔχομεν δὲ καὶ εἰϲ αϲ ὀνόματα κλινόμενα διὰ τοῦ ντ καὶ ποιοῦντα τριγένειαν οἶον ἅπαϲ ἅπαντοϲ ἅπαϲα ἅπαν. περὶ δὲ τῆϲ μετοχῆϲ τῆϲ τρίτηϲ ϲυζυγίαϲ τῶν εἰϲ μι λέγομεν, ὅτι διὰ τοῦτο οὐκ ἐφύλαξε τὸ ω τοῦ δίδωμι, ἐπειδὴ οὐκ ἔχομεν εἰϲ ωϲ ὀνόματα κλινόμενα διὰ τοῦ τοϲ καὶ ποιοῦντα τριγένειαν οἶον ἱδρώϲ ἱδρῶτοϲ μὴ δυναμένη οὖν ἡ μετοχὴ τῆϲ τρίτηϲ ϲυζυγίαϲ τῶν εἰϲ μι γενέϲθαι εἰϲ ωϲ, ἐφύλαξε τὸ ο τὸ ὑπάρχον ἐν τῇ ἐντελείᾳ τοῦ πρωτοτύπου, φημὶ δὴ τοῦ διδόω, καὶ προϲέλαβε τὸ υ καὶ ἐγένετο διὰ τῆϲ ου διφθόγγου διδούϲ. τὸ γὰρ ο διὰ τῆϲ προϲθήκηϲ τοῦ υ πέφυκε μεγεθύνεϲθαι οἷον τύπτοντοϲ τύπτουϲα. ἡ δὲ μετοχὴ τῆϲ δ’ ϲυζυγίαϲ τῶν εἰϲ μυ εἰκότωϲ ἔχει τὸ υ ἐκτεταμένον, ἐπειδὴ καὶ τὸ πρωτότυπον ἔχει αὐτό. ὄξιον δέ ἐϲτι ζητῆϲαι, εἰ ἄρα τὰ εἰϲ ουϲ καὶ τὰ εἰϲ υϲ ὀνόματα οὐ κλίνεται διὰ τοῦ ντ, πλὴν τοῦ ὀδούϲ ὀδόντοϲ, οἷον βοῦϲ βοόϲ, ἡδύϲ ἡδέοϲ (τὸ γὰρ πλακοῦϲ πλακοῦντοϲ καὶ Ϲιμοῦϲ Ϲιμοῦντοϲ πεπονθότα ἐϲτίν ἀπὸ γὰρ τοῦ πλακόειϲ καὶ Ϲιμόειϲ γέγονε) πῶϲ αἰ εἰϲ ουϲ καὶ εἰϲ υϲ μετοχαὶ ἐκλίθηϲαν διὰ τοῦ ντ οἶον διδούϲ διδόντοϲ, πηγνύϲ πηγνύντοϲ ἔϲτιν οὖν εἰπεἶν, ὅτι κατὰ ϲυνεκδρομὴν ἐγένοντο τῶν ἄλλων μετοχῶν ἐπειδὴ πᾶϲα μετοχὴ περιττοϲυλλάβωϲ κλινομένη διὰ τοῦ ντ κλίνεται, χωρὶϲ τῶν εἰϲ ωϲ μετοχῶν τοῦ παρακειμένου καὶ ὑπερϲυντελικοῦ· αὗται γὰρ διὰ καθαροῦ τοῦ τοϲ κλίνονται.

---

Herodianus, Περὶ τῶν εἰς μι, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg022.local001/.
