# Περὶ τῶν εἰς μι 2.1

Aelius Herodianus, Περὶ τῶν εἰς μι, 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-21/2.1

δεῖ δὲ γινώϲκειν, ὅτι ὁ Ἀπολλώνιοϲ τὸ εἶμι διὰ μακροῦ τοῦ ῑ γράφει, ἐκ τοῦ καὶ τὰ δυϊκὰ καὶ τὰ πληθυντικὰ διὰ ϲυνεϲταλμένου τοῦ ῑ εἶναι οἷον ἴτον ἴτον ἴμεν τε καὶ ἐν ϲυνθέϲει ἔξιτον καὶ τὸ γ΄ τῶν πληθυντικῶν ἴϲι καὶ ἴαϲιν οἷον «καί τ’ ἀγεληδὸν ἴαϲιν» (Π 160). οὐ ϲυνάδει δὲ αὐτῷ ἡ παράδοϲιϲ· φηϲὶ γὰρ ὁ Ἡρωδιανὸϲ ἀεὶ τὴν παράδοϲιν γινώϲκειν τὸ εἶμι ἐν τοῖϲ ἑνικοῖϲ διὰ τῆϲ ει διφθόγγου οἷον «εἶμι μέν, οὐδ’ ἁλίη ὁδὸϲ ἔϲεται» (β 318) καὶ τὸ δεύτερον εἶϲ οἷον «τῇ δ᾿ εἶϲ, ᾖ ϲ᾿ ἂν ἐγώ περ ἄγω καὶ ἀοιδὸν ἐοῦϲαν» (Hesiod. op. 206) καὶ τὸ τρίτον τῶν ἑνικῶν εἶϲιν οἶον μαχηϲόμενοϲ — εἶϲι περὶ πτόλιοϲ (P 147). τὰ μέντοι δυϊκὰ καὶ τὰ πληθυντικά, ὡϲ εἴρηται, διὰ ϲυνεϲταλμένου τοῦ ῑ ἐϲτί. καὶ ἔϲτιν εἰπεῖν, ὅτι τὸ εἴω διὰ τῆϲ ει διφθόγγου τὸ ϲημαῖνον τὸ πορεύομαι καὶ ἴω διὰ τοῦ ῑ κατὰ μὲν τὰ ἑνικὰ διὰ τῆϲ ει διφθόγγου ἐϲτί· τὰ δὲ δυϊκὰ καὶ τὰ πληθυντικὰ ἀπὸ τοῦ ἴω τοῦ διὰ τοῦ ῑ. δεῖ δὲ γινώϲκειν, ὅτι τὸ ἶϲι τρίτον πληθυντικῶν διὰ τοῦτο ἐκτεταμένον ἔχει τὸ ῑ, τῶν δυϊκῶν καὶ τῶν πληθυντικῶν ϲυϲτελλόντων αὐτό, ἐπειδὴ τὰ εἰϲ ῑ λήγοντα ῥήματα μακρᾷ θέλει παραλήγεϲθαι οἷον τετύφαϲιν, ἱϲτᾶϲι, διδοῦϲι· ἀμέλει τὸ ἴαϲι «καί τ’ ἀγεληδὸν ἴαϲιν» (Π 160), ἐπειδὴ τὸ ῑ οὐκ ἔϲτι κατὰ τὴν παραλήγουϲαν, ϲυϲτέλλεται.

---

Herodianus, Περὶ τῶν εἰς μι, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg022.local001/.
