# Περὶ τῶν εἰς μι 2.4

Aelius Herodianus, Περὶ τῶν εἰς μι, 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-21/2.4

Ἰϲτέον δὲ ὅτι τὰ εἰϲ μι ἀναδιπλαϲιαζόμενα κατὰ τὸν ἐνεϲτῶτα τούτῳ τῷ τρόπῳ ἀναδιπλαϲιάζεται· εἰ μὲν τὸ πρωτότυπον ἀπὸ φωνήεντοϲ ἄρχεται, διὰ τοῦ ῑ γίνεται μόνου ὁ ἀναδιπλαϲιαϲμὸϲ ὦ, ἱῶ, ἵημι τὸ πέμπω· εἰ δὲ τὸ πρωτότυπον ἀπὸ ϲυμφώνου ἄρχεται ἑνόϲ, τότε δι’ αὐτοῦ τοῦ ϲυμφώνου καὶ τοῦ ῑ γίνεται ὁ ἀναδιπλαϲιαϲμὸϲ οἶον δῶ διδῶ δίδωμι, βῶ βιβῶ βίβημι, θῶ τιθῶ τίθημι, τοῦ δαϲέωϲ θ διὰ τὴν κακοφωνίαν τραπέντοϲ εἰϲ τὸ ἀντίϲτοιχον τὸ ψιλόν, φημὶ δὴ εἰϲ τὸ εἰ δὲ τὸ πρωτότυπον διὰ ϲυμφώνων ἄρχεται, εἰ μὲν μή ἐϲτιν ἄφωνον πρὸ ἀμεταβόλου, διὰ τοῦ ῑ μόνου γίνεται ὁ ἀναδιπλαϲιαϲμὸϲ οἶον ϲτῶ ἱϲτῶ ἵϲτημι, εἰ δέ ἐϲτιν ἄφωνον πρὸ ἀμεταβόλου, τότε δι᾿ αὐτοῦ τοῦ ϲυμφώνου, φημὶ δὴ τοῦ ἀφώνου, γίνεται ὁ ἀναδιπλαϲιαϲμὸϲ τοῦ ῑ οἶον πρῶ πιπρῶ πίπρημι, καὶ πίμπρημι κατὰ πλεοναϲμὸν τοῦ μ, πλῶ πιπλῶ πίπλημι καὶ κατὰ πλεοναϲμὸν τοῦ μ πίμπλημι, χρῶ κιχρῶ κίχρqημι, τοῦ δαϲέωϲ χ διὰ τὴν κακοφωνίαν τραπέντοϲ εἰϲ τὸ ἀνίϲτοιχον τὸ ψιλόν, φημὶ δὴ εἰϲ τὸ κ. τούτων οὕτιωϲ ἐχόντων, ἀποροῦϲί τινεϲ λέγοντεϲ, διὰ ποίαν αἰτίαν, ὥϲπερ ἀπὸ τοῦ θῶ γίνεται κατὰ πλεοναϲμὸν τιθῶ τίθημι καὶ ἀπὸ τοῦ δῶ διδῶ δίδωμι, μὴ τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ φῶ γίνεται μετά ἀναδιπλαϲιαϲμοῦ πιφῶ καὶ πίφημι, ἀλλὰ φημί γίνεται ἄνευ διπλαϲιαϲμοῦ. ἔϲτιν οὖν εἰπεῖν, ὅτι οὐ δύναται τὸ φημί ἀναδιπλαϲιαϲθῆναι, ἐπειδὴ ἐγκλιτικόν ἐϲτιν οἶον αἰδεῖϲθαί φημι· κανὼν δέ ἐϲτιν ὁ λέγων, ὅτι τὰ ἐγκλιτικὰ οὐ θέλει ὑπερβαίνειν τὴν διϲυλλαβίαν οἶον εἰμί τιϲ, πῶϲ ἐϲτε, ἡμῖν ἐϲτι· εἰ οὖν ἀνεδιπλαϲιάϲθη τὸ φημί, ἤμελλε τριϲυλλαβεῖν ἐγκλιτικὸν ὄν, ὅπερ ἀδύνατον.

---

Herodianus, Περὶ τῶν εἰς μι, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg022.local001/.
