Ancient Greek
3
Aelius Herodianus, Περὶ τῶν εἰς μι 3.5
Not analysed yet
γνώτην (φ 36) ῥήματοϲ β΄ ἀόριϲτοϲ τὸ θέμα ἄδηλον. οὐ γὰρ εὑρέθη ἐπὶ τρίτηϲ ϲυζυγίαϲ εἰ μὴ τὸ δίδωμι, τὰ δ’ ἄλλα καθ’ ὑπόϲταϲιν λαμβάνομεν· ἅλωμι, βίωμι, τίτρωμί τε καὶ γίγνωμι. οὕτω Φιλόξενοϲ καὶ Τρύφων. ἡμεῖϲ δὲ τὰ θέματα αὐτῶν καθ’ ὑπόϲταϲιν λαμβάνομεν. οἱ μέντοι δεύτεροι ἀόριϲτοι αὐτῶν εἰϲιν ἐν χρήϲει κατὰ πᾶϲαν ἔγκλιϲιν, ἔγνων γνῶναι γνῶθι καὶ γνῴην καὶ ἄν γνῶ καὶ γνούϲ.