# Περὶ τῶν εἰς μι 3

Aelius Herodianus, Περὶ τῶν εἰς μι, Section pro. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-21/3

θέλει δὲ τὰ εἰϲ μι φύϲει μακρᾷ παραλήγεϲθαι. καὶ παραλήγονται ἡ μὲν α΄ καὶ β΄ ϲυζυγία τῶν εἰϲ μι τῷ η οἷον τιθῶ τιθεῖϲ τίθημι, ἱϲτῶ ἱϲτᾷϲ ἵϲτημι, ἀλλ’ ἐν τῇ ϲυϲτολῇ διαφέρουϲιν· ἡ μὲν γὰρ πρώτη ϲυζυγία τῶν εἰϲ μι διὰ τοῦ ε ϲυϲτέλλεται ἐν τοῖϲ πληθυντικοῖϲ οἶον τίθεμεν, ἀφίεμεν· ἡ δὲ δευτέρα διὰ τοῦ ᾱ ϲυνεϲταλμένου, ἵϲταμεν, κίχραμεν· ἠ δὲ γ΄ παραλήγεται τῷ ω οἶον δίδωμι, ὅπερ ϲυϲτελλόμενον διὰ τοῦ ο ϲυϲτέλλεται ἐν τοῖϲ πληθυντικοῖϲ οἶον δίδομεν ἡ δὲ δ’ διχρόνῳ ἐκτεταμένῳ παραλήγεται οἷον ζευγνύω ζεύγνυμι, ὄλλυμι· ϲυϲτελλομένη δὲ τὸ δίχρονον μόνον ϲυϲτέλλει οἶον ζεύγνυμεν, πήγνυμεν, διὰ ϲυνεϲταλμένου τοῦ υ. εὐλόγωϲ δὲ ἡ μὲν α΄ ϲυζυγία τῶν εἰϲ μι τῷ η παραλήγεται λήγεται οἶον τίθημι, ἐπειδὴ ἡ ἐντέλεια τοῦ πρωτοτύπου τὸ ε ἔχει οἶον τιθέω τιθῶ τὸ δὲ ε μεγεθυνόμενον ἐν τοῖϲ ῥήμαϲι διχῶϲ μεγεθύνεται ἢ γὰρ διὰ τῆϲ προϲθήκηϲ τοῦ ῑ μεγεθύνεται οἶον ἔχω εἶχον, διὰ τοῦ τρέπεϲθαι εἰϲ τὸ η, ἐλέγχω ἤλεγχον· καὶ ἐπειδὴ ἐπὶ τῶν εἰϲ μι οὐ δύναται τὸ ε διὰ τῆϲ προϲθήκηϲ τοῦ ῑ μεγεθύνεϲθαι, ὡϲ γὰρ μετ’ ὀλίγον μαθηϲόμεθα, οὐ θέλει τὰ εἰϲ μι ὁριϲτικὰ διφθόγγῳ παραλήγεϲθαι, εὐλόγωϲ διὰ τοῦ τρέπεϲθαι εἰϲ η μεγεθύνεται ὡϲαύτωϲ δὲ καὶ ἡ β΄ ϲυζυγία τῶν εἰϲ μι εὐλόγωϲ τῷ η παραλήγεται οἶον ἵϲτημι, ἐπειδὴ τὸ ἐντελὲϲ τοῦ πρωτοτύπου τὸ ᾱ ἔχει οἶον ἱϲτάω ἱϲτῶ, τὸ δὲ ᾱ μεγεθυνόμενον ἐν τοῖϲ ῥήμαϲιν εἰϲ η τρέπεται οἶον ἀκούω, ἤκουον· ἡ δὲ γ΄ τῷ ω παραλήγεται οἶον δίδωμι, ἐπειδὴ ἡ ἐντέλεια τοῦ πρωτοτύπου τὸ ο ἔχει οἶον διδόω, διδῶ, τὸ δὲ ο μεγεθυνόμενον εἰϲ ω τρέπεται οἶον ὀμνύω ὤμνυον ἡ δὲ δ΄ ϲυζυγία τῶν εἰϲ μι διχρόνῳ ἐκτεταμένῳ παραλήγεται οἶον ζεύγνυμι, ἐπειδὴ καὶ τὸ πρωτότυπον τὸ υ ἔχει οἶον ζευγνύω, τὸ δὲ υ μεγεθυνόμενον ἐν τοῖϲ ῥήμαϲιν εἰϲ ἑαυτὸ μεγεθύνεται, τουτέϲτι φύϲει μακρὸν γίνεται, καὶ οὐ τρέπεται εἰϲ ἄλλο φωνῆεν οἶον ὑδρεύω ὕδρευον, ὑφαίνω ὕφαινον.

---

Herodianus, Περὶ τῶν εἰς μι, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg022.local001/.
