Ancient Greek
5
Aelius Herodianus, Περὶ τῶν εἰς μι 5.1
Not analysed yet
ἰϲτέον ὅτι τὰ εἰϲ μι λήγοντα τροπῇ τῆϲ μι εἰϲ ϲ τὰ δεύτερα πρόϲωπα ποιεῖ οἷον τίθημι τίθηϲ, ἵημι ἵηϲ, κίχρημι κίχρηϲ, δίδωμι δίδωϲ, ζεύγνυμι ζεύγνυϲ, ὄμνυμι ὄμνυϲ, δείκνυμι δείκνυϲ, εἰμί εἴϲ ὀξυτόνωϲ οἷον αἵματόϲ εἰϲ ἀγαθοῖο, φίλον τέκοϲ (δ 611), εἶμι εἶϲ περιϲπωμένωϲ, ὡϲ παρ’ Ἡϲιόδῳ (Op. 206) τῇδ’ εἶϲ ᾗ ϲ’ ἂν ἐγώ περ ἄγω καὶ ἀοιδὸν ἐοῦϲαν. καὶ ἀπὸ τοῦ φημί δὲ τὸ β΄ πρόϲωπον φήϲ ὤφειλεν εἶναι χωρὶϲ τοῦ ι, τροπῇ τῆϲ μι εἰϲ ϲ, ἀλλ’ ἡ παράδοϲιϲ καὶ ὁ Ἡρωδιαν ὸϲ ϲὺν τῷ ι οἶδεν αὐτὸ γεγραμμένον οἷον φῄϲ.