# Περὶ τῶν εἰς μι 6.4

Aelius Herodianus, Περὶ τῶν εἰς μι, 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-21/6.4

ἰϲτέον ὅτι τὰ εἰϲ μι ὁριϲτικ τροπῇ τῆϲ μι εἰϲ μεν ποιεῖ τὸ πρῶτον πρόϲωπον τῶν πληθυντικῶν, μετὰ τοῦ ϲυϲτέλλειν τὴν παραλήγουϲαν εἰϲ τὴν παραλήγουϲαν τὴν ἐν τέλει τοῦ πρωτοτύπου· καὶ ἡ μὲν πρώτη ϲυζυγία εἰϲ τὸ ε ϲυϲτέλλει τὴν παραλήγουϲαν οἷον τίθημι τίθεμεν, ἵημι ἵεμεν καὶ ἀφίεμεν, ἐπειδὴ ἡ ἐντέλεια τοῦ πρωτοτύπου ἔχει τὸ οἷον τιθέω, ἱέω· ἡ δὲ δευτέρα εἰϲ τὸ α ϲυνεϲταλμένον ϲυϲτέλλει τὴν παραλήγουϲαν οἶον ἵϲτημι ἵϲταμεν, κίχρημι κίχραμεν, φημί φαμέν, ἐπειδὴ καὶ ἡ ἐντέλεια τοῦ πρωτοτύπου τὸ ϲυνεϲταλμένον ἔχει οἷον ἱϲτάω, κιχράω, φάω· ἡ δὲ τρίτη εἰϲ τὸ o ϲυϲτέλλει τὴν παραλήγουϲαν οἷον δίδωμι δίδομεν, ἐπειδὴ ἡ ἐντέλεια τοῦ πρωτοτύπου τὸ ο ἔχει οἷον διδόω ἡ δὲ τετάρτη τὸ δίχρονον ϲυϲτέλλει οἶον ζεύγνυμι ζεύγνυμεν, ἐπειδὴ καὶ τὸ πρωτότυπον ϲυνεϲταλμένῳ τῷ υ παραλήγεται οἷον ζευγνύω. τούτων οὕτωϲ ἐχόντων, καὶ ἀπὸ τοῦ εἰμί τοῦ ϲημαίνοντοϲ τὸ ὑπάρχω γίνεται τὸ πρῶτον πρόϲωπον τῶν πληθυντικῶν ἐμέν, ἐπειδὴ τὸ πρωτότυπον τῷ ε παραλήγεται, ἔω γάρ, ὅπερ ἐμέν κατὰ πλεοναϲμὸν τοῦ ϲ γίνεται ἐϲμέν· δύναται δὲ τὸ ἐϲμέν ἀπὸ τοῦ ἐϲμί εἶναι. τοῦ δὲ εἰμι τοῦ ϲημαίνοντοϲ τὸ πορεύομαι τὸ πρῶτον πρόϲωπον τῶν πληθυντικῶν ἴμεν ἐϲτὶ διᾶ ϲυνεϲταλμένου τοῦ ι, περὶ οὖ ἐν τοῖϲ προλαβοῦϲιν ἐμάθομεν, ὅτι τοῦτο ἐν μὲν τοῖϲ ἑνικοῖϲ διὰ τῆϲ ει διφθόγγου γράφεται ἀπὸ τοῦ εἴω, τοῦ διὰ τῆϲ ει διφθόγγου γραφομένου καὶ ϲημαίνοντοϲ τὸ πορεύομαι, ἐν δὲ τοῖϲ δυικοῖϲ καὶ πληθυντικοῖϲ διὰ ϲυνεϲταλμένου τοῦ ι, ἀπὸ τοῦ ἴω τοῦ διὰ τοῦ ι γραφομένου καὶ ϲημαίνοντοϲ τὸ πορεύομαι. πρόϲκειται ἐν τῷ κανόνι «ὁριϲτικὰ» οἶον «τὰ εἰϲ μι ὁριϲτικὰ τροπῇ τῆϲ μι εἰϲ μεν ποιεῖ τὸ πρῶτον πρόϲωπον τῶν πληθυντικῶν μετὰ τοῦ ϲυϲτέλλειν τὴν παραλήγουϲαν» διὰ τὰ εἰϲ μι εὐκτικά· ταῦτα γὰρ τροπῇ τῆϲ μι εἰϲ μεν ποιεῖ τὸ πρῶτον πρόϲωπον τῶν πληθυντικῶν, οὐ ϲυϲτέλλει δὲ τὴν παραλήγουϲαν οἶον τύπτοιμι τύπτοιμεν.

---

Herodianus, Περὶ τῶν εἰς μι, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg022.local001/.
