# Περὶ τῶν εἰς μι 8.1

Aelius Herodianus, Περὶ τῶν εἰς μι, 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-21/8.1

ἰϲτέον δέ, ὁ μὲν Ἡρωδιανὸϲ φηϲίν, ὅτι κυρίωϲ διαίρεϲίϲ ἐϲτιν αὕτη ἡ ἐν τῷ τιθεῖϲι τιθέαϲι καὶ διδοῦϲι διδόαϲι καὶ ζευγνῦϲι ζευγνύαϲι, καὶ πιϲτοῦται τοῦτο ἐκ τῶν πληθυντικῶν αἰτιατικῶν. ἰδοὺ γάρ, φηϲίν, ἐν τῷ Δημοϲθένεαϲ Δημοϲθένειϲ τὸ εα εἰϲ τὴν ει δίφθογγον ϲυναιρεῖται, καὶ πάλιν ἐν τῷ ἰχθύαϲ ἰχθῦϲ τὸ υ καὶ τὸ α εἰϲ τὸ υ ϲυναιρεῖται, καὶ πάλιν ἐν τῷ βόαϲ βοῦϲ τὸ ο καὶ α εἰϲ τὴν ου δίφθογγον ϲυναιρεῖται· οὐκοῦν καὶ ἐν τῷ τιθεῖϲι τιθέαϲιν ἡ ει δίφθογγοϲ εἰϲ τὸ ε καὶ α διῃρέθη, καὶ ἐν τῷ ζευγνῦϲι καὶ ζευγνύαϲι τὸ υ εἰϲ τὸ υ καὶ α διῃρέθη, καὶ ἐν τῷ διδοῦϲι διδόαϲιν ἡ ου δίφθογγοϲ εἰϲ τὸ ο καὶ α διῃρέθη.

---

Herodianus, Περὶ τῶν εἰς μι, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg022.local001/.
