# Περὶ τῶν εἰς μι 9.1

Aelius Herodianus, Περὶ τῶν εἰς μι, 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-21/9.1

ἰϲτέον δὲ ὅτι ὁ Ἡρωδιανὸϲ ἄλλην ἀπολογίαν ἔχει. ἔχει δὲ οὕτωϲ· καθόλου τὸ τρίτον πρόϲωπον τῶν πληθυντικῶν τοῦ ἐνεϲτῶτοϲ πρὸϲ τὸ τρίτον πρόϲωπον τῶν πληθυντικῶν τοῦ παρατατικοῦ ἢ ἰϲοϲυλλαβεῖν θέλει ἢ πλεονοϲυλλαβεῖν· καὶ ἰϲοϲυλλαβεῖν μέν, ὅταν ἄρχηται ἀπὸ ϲυμφώνου οἷον τύπτουϲιν ἔτυπτον, βοῶϲιν ἐβόων, δῆλον ὅτι χωρὶϲ τῶν ἀπὸ προθέϲεωϲ ἀρχομένων, καταγράφουϲι γὰρ πενταϲυλλάβωϲ, καὶ κατέγραφον τετραϲυλλάβωϲ· πλεονοϲυλλαβεῖν δέ, ὅταν ἀπὸ φωνήεντοϲ ἄρχηται, οἷον ἄγουϲιν ἦγον, ἑρμηνεύουϲιν ἡρμήνευον· ἐνταῦθα οὖν ἐν τοῖϲ εἰϲ μι εἰ μὴ ἐγένετο αὕτη ἡ δοκοῦϲα διαίρεϲιϲ κατὰ τὸ τρίτον πρόϲωπον τῶν πληθυντικῶν τοῦ ἐνεϲτῶτοϲ, τὸ ἐναντίον ϲυνέβαινεν, ὅπερ ἐϲτὶν ἄτοπον· ἤμελλε γὰρ ἀπὸ ϲυμφώνου ἄρχεϲθαι τὰ τρίτα πρόϲωπα τῶν πληθυντικῶν τοῦ ἐνεϲτῶτοϲ καὶ μὴ ἰϲοϲυλλαβεῖν τοῖϲ τρίτοιϲ προϲώποιϲ τῶν πληθυντικῶν τοῦ παρατατικοῦ, ὅπερ ἐϲτὶν ἄτοπον, οἷον τιθεῖϲιν ἐτίθεϲαν, διδοῦϲιν ἐδίδοϲαν, ζευγνῦϲιν ἐζεύγνυϲαν· καὶ πάλιν ἤμελλεν ἀπὸ φωνήεντοϲ ἄρχεϲθαι τὰ τρίτα πρόϲωπα τῶν πληθυντικῶν τοῦ ἐνεϲτῶτοϲ καὶ ἰϲοϲυλλαβεῖν τοῖϲ τρίτοιϲ προϲώποιϲ τῶν πληθυντικῶν τοῦ παρατατικοῦ, ὅπερ ἐϲτὶν ἄτοπον, οἶον ἱεῖϲι τὸ πέμπουϲιν ἵεϲαν καὶ ἀφίεϲαν ἐν ϲυνθέϲει. τούτου οὖν χάριν γίνεται αὕτη ἡ δοκοῦϲα διαίρεϲιϲ, ἵνα φυλαχθῇ ἡ ἀκολουθία Οἷον τιθέαϲιν ἐτίθεϲαν, διδόαϲιν ἐδίδοϲαν, ζευγνύαϲιν ἐζεύγνυϲαν, ὀλλύαϲιν ὤλλυϲαν. .

---

Herodianus, Περὶ τῶν εἰς μι, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg022.local001/.
