Ancient Greek
ΠΕΡΙ ΑΤΤΙΚΗϹ ΠΡΟϹΩιΔΙΑϹ.
Aelius Herodianus, Περὶ Ἀττικῆς προσῳδίας ΠΕΡΙ ΑΤΤΙΚΗϹ ΠΡΟϹΩιΔΙΑϹ.
Not analysed yet
1. Schol. ad Aristoph. Eqq. 487: κραγὸν κεκράξεται: Ἀρίϲταρχοϲ ὀξυτόνωϲ ἀντὶ τοῦ κραυγαϲτικῶϲ. καὶ Ἡρωδιανὸϲ ἐν Ἀττικῇ πρὸϲῳδία. 2. E. M. 804, 11: φωριαμόϲ ἡ κιβωτόϲ ἢ παρὰ τοὺϲ φῶραϲ, ἐπεὶ πρὸϲ φυλακὴν τούτων κατεϲκεύαϲται, ἢ παρὰ τὸ τὰ φάρη ἔχειν. εἰ μὲν οὖν παρὰ τοὺϲ φῶραϲ, οὐδὲν πέπονθεν· εἰ δὲ παρὰ τὰ φάρη τὰ ἐντιθέμενα αὐτῇ, πέπονθε μεταβληθέντοϲ τοῦ α εἰϲ ω ὡϲ θᾶκοϲ θῶκοϲ. τὰ διὰ τοῦ αμοϲ τριϲύλλαβα ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν φύϲει μακρὰν πάντα μὴ κύρια ὄντα ὀξύνονται χηραμόϲ, οὐλαμόϲ. οὕτωϲ καὶ φωραμόϲ καὶ πλεοναϲμῷ τοῦ ῖ φωριαμόϲ Ἰλιάδοϲ (228). Ἡρωδιανὸϲ περὶ Ἀττικῶν προϲῳδιῶν, τρίτη ἀπὸ τέλουϲ ἡ ὀξεῖα. οὐχ ὡϲ ἀνάλογον, ἀλλ᾿ ὡϲ Ἀττικόν. ἡ μέντοι ϲυνήθεια ὀξυνόμενον ἔχει. 3. Cyrilli lexicon Cram. An. Paris. I 181: εἰλυόϲ. ὀξυτόνωϲ ἡ κατάδυϲιϲ τοῦ θηρίου· οὕτω καὶ Ἡρωδιανὸϲ ἐν τῷ περὶ Ἀττικῶν τόνων βιβλίῳ καὶ μέμφεται τοῖϲ εἰϲ τὸ ι κατατάττουϲι τὴν λέξιν.