# Περὶ Ἰλιακῆς προσῳδίας 10

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, ΕΙϹ ΤΗΝ Ο.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-25/10

10. εἵαθ᾿: ἔνιοι τὸ εἵαθ’ ψιλῶϲ «ἔνθ’ ἄρα οἱ μύλαι εἴατο» (Od. υ 106). ἀντὶ τοῦ ἦϲαν. καὶ Ἀρίϲταρχοϲ δὲ ψιλοῖ τὸ εἴατο. ὁμοίωϲ καὶ ἐπὶ τοῦ «εὗρε δ’ ἐνὶ ϲπῆι γλαφυρῷ Θέτιν, ἀμφὶ δέ τ’ ἄλλαι εἴαθ᾿ ὁμηγερέεϲ (Il. Ω 83)· ἐκδέχεταί τε κλίϲιν τὴν ἀπὸ τοῦ εἰμί εἰϲ παθητικοῦ ὑπερϲυντελίκου χρόνον, καὶ μεταλαμβάνει εἰϲ τὸ ὑπῆρχον. ἔχει δὲ ἐπίϲταϲιν εἰ τοῦ εἰμί τὰ παθητικὰ δύναται ϲυϲτῆναι κατὰ ϲημαινόμενον ἢ χρῆϲιν Ἑλληνικήν (cf. Ζ 336). διὸ ἄμεινον δαϲύνειν καὶ ἐκδέχεϲθαι ἐνδιέτριβον καὶ ἐκάθηντο· καὶ γὰρ ἁρμόζον τοῖϲ ὑποκειμένοιϲ κεῖϲθαι μὲν τὸν Ἕκτορα, περικαθέζεϲθαι δὲ αὐτὸν τοὺϲ ἑταίρουϲ ϲυγκάμνονταϲ. αὐτόϲ τε ὁ ποιητὴϲ ἔκλινε τὸ ῥῆμα τοῦτο τριχῶϲ, πῇ μὲν κοινῶϲ εἰπών «τοῖϲι δ’ ἄρα Τρώων ἡγήτορεϲ ἧντ᾿ ἐπὶ πύργων» (Il. Γ 153), πῇ δὲ Ἰωνικῶϲ οἱ δὲ ἕατ᾿ εἰν ἀγορῇ» (Il. Η 414), πῇ δὲ ἐπενθέϲει τοῦ ι πάλιν χρηϲάμενοϲ Ἰωνικῶϲ «εἵατο καὶ προὔχοντεϲ» (Od. γ 8), ὡϲ καὶ τὸ προκείμενον. A. κῆρ ἀπινύϲϲων. Ἀρίϲταρχοϲ τὸ κῆρ οὐδετέρωϲ ἐκδέχεται καὶ μετοχὴν τὴν ἀπὸ τοῦ α ἀρχομένην, ἵνα τοιοῦτόν τι ϲημαίνῃ τὸ κῆρ ἀϲύνετοϲ ὤν, διδαϲκόμενοϲ καὶ ἐξ ἐκείνου «δοκέειϲ δέ μοι οὐκ ἀπινύϲϲειν» (Od. ε 342). τούτῳ ϲυγκατατίθεται καὶ ὁ Ἀϲκαλωνίτηϲ καὶ Ἀλεξίων καὶ ϲχεδὸν πάντεϲ, καὶ ἡμεῖϲ. εἰϲὶ μέντοι οἳ ἄλλωϲ διέϲτειλαν, οὓϲ ἐλέγχει ὁ Ἡρωδιανόϲ. A.

---

Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg007.local001/.
