# Περὶ Ἰλιακῆς προσῳδίας 12-84

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, 12 to 84. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-25/12

12. δινεύεϲκ’ ἀλύων: ψιλῶϲ τὸ ἀλύων δῆλον κἀκ τῆϲ ϲυναλοιφῆϲ. A. 17. τόνδε δ’ ἔαϲκεν: ὁμοίωϲ ἀναγνωϲτέον τὸ τόνδε τῷ «τόνδε δ’ ἐγὼν ἐπιόντα (Ιl. Ε 238) καὶ «τόνδε δ’ ἐγὼ κομιῶ» (Od. o 546), λέγω δὲ ὀξύνοντα τὴν πρώτην, ἵν’ ᾖ ἐπέκταϲιϲ ἡ διὰ τοῦ δε. A. 33. ἐγκλιτικῶϲ τὴν ὕμιν ἀναγνωϲτέον· ἔϲτι γὰρ ἀπόλυτοϲ. A. 45. οὐδέ οἱ αἰδὼϲ γίγνεται, ἥτ’ ἄνδραϲ μέγα ϲίνεται ἠδ’ ὀδύνηϲεν: τινὲϲ ἐδάϲυναν τὸ ἡ δέ, ἵνα ἡ αἰδὼϲ διττὴ ὑπάρχῃ ἡ μὲν βλάπτουϲα ἡ δὲ ὠφελοῦϲα. οὕτωϲ δὲ καὶ Εὐριπίδηϲ (Hippol. 385) ἐξεδέξατο εἰπὼν διττὰϲ εἶναι αἰδούϲ δύναιτο δ’ ἂν ἡ αὐτὴ οὖϲα πῇ μὲν ὠφέλιμοϲ εἶναι πῇ δὲ βλαβερά. A. 72. ἦ γάρ οἱ αἰεὶ μήτηρ παρμέμβλωκεν: οὐκ ἀναγκαῖον τὸ η ἄρθρον ἐκδέχεϲθαι καὶ δαϲύνειν. ἔθοϲ γὰρ αὐτῷ ἔϲθ’ ὅτε παραλείπειν πειν τὰ ἄρθρα· « ἀλλὰ φίλη μήτηρ» (Π. Φ 276), «μήτὴρ μέν τέ μέ φηϲι» (Οd. α 215). ϲύνδεϲμοϲ οὖν ἐϲτι βεβαιωτικόϲ· διὸ περιϲπαϲτέον. A. 74. ἀλλ’ εἴ τιϲ καλέϲειε θεῶν Θέτιν ἄϲϲον ἐμεῖο: τινὲϲ τὸ θέων ἐπὶ τοῦ τρέχων ἐξεδέξαντο, μετοχὴν παραλαμβάνοντεϲ, καὶ ἐβάρυναν. ἀπίθανον δέ· διὸ περιϲπαϲτέον· γενικὴ γάρ ἐϲτι πληθυντικὴ ὀνόματοϲ τοῦ θεόϲ. A. 80. βυϲϲόν: ἐπεκράτηϲε τὸ ὀξύνεϲθαι τῷ τὰ εἰϲ οϲ λήγοντα ὀνόματα διϲύλλαβα, ἀρχόμενα ἀπὸ ϲυμφώνου ἢ ϲυμφώνων, δεδιπλαϲιαϲμένον ἔχοντα τὸ ϲ, ὀξύνεϲθαι θέλειν, κιϲϲόϲ, πεϲϲόϲ. ἀντιπίπτει τὸ μέϲϲοϲ. A. 82. τὸ ὠμηϲτῇϲιν ὡϲ ὀρχηϲτῇϲιν. προείρηται δέ ( 454). A. 84. Ἀριϲτοφάνηϲ τὸ εἵατο δαϲέωϲ, Ἀρίϲταρχοϲ δὲ ψιλοῖ. προείπομεν δὲ περὶ τῆϲ λέξεωϲ (0 10). A.

---

Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg007.local001/.
