# Περὶ Ἰλιακῆς προσῳδίας 136-229

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, 136 to 229. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-25/136

136. ἄρϲαντεϲ: Ἀρίϲταρχοϲ δαϲύνει· ἔνθεν γάρ φηϲι γεγονέναι καὶ τὸ ἅρμα. ὁ δὲ Ἡρωδιανὸϲ ψιλοῖ. λέγων ἀπὸ τοῦ ἄρω, οὗ ὁ μέλλων Αἰολικῶϲ ἄρϲω· τὸ δὲ α καὶ τὸ ε. πρὸ τοῦ ρ ὄντα, ἑτέρου φωνήεντοϲ ἐπιφερομένου ψιλοῦται. ABL. 147. ἥμιν: οὕτωϲ ὀξυτόνωϲ τὴν ἄρχουϲαν τοῦ ἥμιν· ἁπλῆ γάρ ἐϲτιν. ἐκτατέον δὲ καὶ τὴν τελευταίαν· δεῖ γὰρ ῥωννύναι μᾶλλον τὸ μέτρον. A. 154. πώποτ᾿: οὕτωϲ ὑφ᾿ ἕν, πώποτε, Ἀρίϲταρχοϲ. A. 156. ἐπεὶ ἦ: περιϲπαϲτέον τὸν η· ἔϲτι γὰρ βεβαιωτικόϲ. A. 168. ἐπεί κε κάμω πολεμίζων: Ἀρίϲταρχοϲ γράφει ἐπεί κε κάμω, ἵνα μὴ ᾖ διπλαϲιαϲμὸϲ ἐν τῷ ῥήματι· καὶ οὕτωϲ ἡ ϲυνήθηϲ ἀνάγνωϲιϲ. οὕτωϲ δὲ καὶ Ἡρωδιανόϲ, φάϲκων ὅτι τὸ ἐπήν ἔχει τὸν ἄν, καὶ τίϲ χρεία ἐν δευτέρῳ αὐτὸν κεῖϲθαι; οὐκ ἀγνοῶ δὲ ὅτι τινὲϲ ἐπήν κε γράφουϲιν. A. 173. ἔγωγε: οὕτωϲ προπαροξυτονητέον τὸ ἔγωγε, ἵν᾿ ᾖ ἕν. A. 174. πάρ᾿ ἔμοιγε: τὴν παρά πρόθεϲιν κατὰ τὴν ἄρχουϲαν ὀξυτονητέον. καὶ καθόλου ὁπότε ϲημαντικαί εἰϲι ῥημάτων αἱ προθέϲειϲ, τοῦτον τὸν τόνον ἀναδέχονται· «ἐπεὶ οὔτοι ἔπι δέοϲ» (515) καὶ «οὐ γὰρ ἔπ᾿ ἀνὴρ οἷοϲ Ὀδυϲϲεύϲ (Od. β 58). τὴν δὲ ἔμοιγε προπαροξυτονητέον· ἔϲτι γὰρ Ἀττική, ὡϲ καὶ ἡ ἔγωγε. A. 175. μητίετα: οὕτωϲ Ἀρίϲταρχοϲ τρίτην ἀπὸ τέλουϲ ποιεῖ τὴν ὀξεῖαν· καὶ ἐπεκράτηϲεν ἡ ἀνάγνωϲιϲ. καὶ ἴϲωϲ πλεοναϲμόϲ ἐϲτι τοῦ ε. A. 190. — ἦε: τὸν μὲν πρότερον ϲύνδεϲμον βαρυτονητέον, τὸν δὲ δεύτερον περιϲπαϲτέον· διαπορητικὴ γάρ ἐϲτιν ἡ ϲύνταξιϲ. καὶ οὕτωϲ ἐν τῇ καθόλου. ABL. 212. ὧδε γὰρ ἐξερέω· τὸ δὲ καὶ τετελεϲμένον ἔϲται. τὸ δέ: δύο μέρη λόγου εἰϲίν. A. 214. ϲὺ δ᾿ ἴϲχεο, πείθεο δ᾿ ἡμῖν: τὸ ἡμῖν ὀρθοτονεῖται· ἀντιδιέϲταλται γάρ, ἀντὶ τοῦ ἡμῖν πείθου καὶ μὴ τῇ ϲῇ ὀργῇ· κακῶϲ οὖν Ἀρίϲταρχοϲ ϲυϲτέλλει τὴν μιν. BL. 228. τὸ δέ τοι κὴρ εἴδεται εἶναι. τὸ δέ: ἐν δύο μέρεϲι λόγου, ἵνα ᾖ τοῦτο δέ ϲοι θάνατοϲ νομίζεται. A. 229. ἦ – : περιϲπαϲτέον τὸν ἦ· κατ᾿ ἀρχὴν γὰρ κεῖται, ἰϲοδυναμῶν τῷ δή. A.

---

Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg007.local001/.
