# Περὶ Ἰλιακῆς προσῳδίας 142-276

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, 142 to 276. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-25/142

142. ὀξυτονητέον τὸ Ἀκεϲϲαμενόϲ, ἵνα ὄνομα γένηται· οὕτωϲ δὲ ἔχει καὶ Δεξαμενόϲ, Τιϲαμενόϲ. B. 155. δολιχεγχέαϲ: ὡϲ εὐειδέαϲ· παραιτητέον γὰρ τοὺϲ ἄλλωϲ ἀναγινώϲκονταϲ. A. 159. τὸν δέ μέ φαϲι γείναϲθαι: ὁ Ἀϲκαλωνίτηϲ ἐκ πλήρουϲ λαμβάνει τὴν ἀντωνυμίαν καὶ ὀρθοτονεῖ. εἰϲὶ μέντοι οἳ ἀπολύτωϲ ἀνέγνωϲαν. ὅμοιον δέ ἐϲτι τὸ ἐν Ὀδυϲϲείᾳ (α 215) «μήτηρ μέν τέ μέ φηϲι τοῦ ἔμμεναι». καὶ οὐδέν ἐϲτι τὸ κωλῦον. A. 162. ἁμαρτῇ. περιϲπαϲτέον καὶ ϲὺν τῷ ι γραπτέον κατὰ τὸν χαρακτῆρα τῶν εἰϲ τη ληγόντων ἐπιρρημάτων. καὶ διελέγχει ἡ παράδοϲιϲ τὸν Ἀρίϲταρχον ἔχουϲα τὸ ι. A. 163. ἐπεὶ περιδέξιοϲ ἦεν: ἄμεινον ϲυνθέτωϲ ἀναγινώϲκειν ὡϲ ἐπιδέξιοϲ καὶ ἀμφιδέξιοϲ. A. 174. ἆλτ’ ἐπί οἱ μεμαώϲ: ἡ οἱ ἀντωνυμία ἀπόλυτόϲ ἐϲτι καὶ ἐγκλιτική· διὸ τῆϲ ἐπί προθέϲεωϲ τὸ τέλοϲ ὀξύνουϲιν. A. 186. φῆϲθα. εἴτε ἐνεϲτῶτα ϲημαίνει, προπεριϲπαϲθήϲεται, εἶτε δεύτερον ἀόριϲτον (v. Δ 222, P 174) ὁμοίωϲ. τούτῳ δὲ μόνῳ διαλλάξει τῷ ϲὺν τῷ ι γράφεϲθαι τὸ η ἐπὶ τοῦ ἐνεϲτῶτοϲ. A. 221. ἔαϲον: ψιλῶϲ· ἐϲτι γὰρ ἄφεϲ, ἀπὸ τοῦ ἐῶ περιϲπωμένου κείμενον. A. 232. τὸ ὀψὲ δύων ἐν δυϲὶ μέρεϲι λόγου. εἰ γὰρ ἦν ϲύνθετον, διὰ τοῦ ι ἐγράφετο ὀψιδύων, ὡϲ ὀψιμαθήϲ, ὀψιτέλεϲτον. οὕτωϲ δὲ καὶ τὸ ὀψὲ δύοντα Βοώτην (Οd. ε 272). ταῦτα ὁ Ἡρωδιανὸϲ ἐν τῷ ιθ΄ τῆϲ καθόλου. A. 244. διῶϲεν: προπεριϲπαϲτέον. ἤδη δὲ προείπομεν περὶ τῶν τοιούτων ῥημάτων, λέγω δὲ τῶν κατὰ τοὺϲ παρῳχημένουϲ, τίνα τε τῶν ϲυντεθειμένων φυλάϲϲει τὸν τόνον καὶ τίνα ἀναδίδωϲιν (e. g. 611, Γ 426). A. 262. τινὲϲ ἐδάϲυναν τὸ προαλεῖ, παρὰ τὸ ἅλλεϲθαι ἐκδεχόμενοι τὸν ϲχηματιϲμόν. ἄμεινον δὲ ψιλοῦν, ὡϲ καὶ ὁ Ἀϲκαλωνίτηϲ, φάϲκων ἀπὸ τοῦ ἀλίζεϲθαι γεγενῆϲθαι, τουτέϲτιν ἀθροίζεϲθαι, ὥϲτε ϲημαίνεϲθαι τὸ κατωφερῆ. καὶ γὰρ τοῦ χωρίου ἐϲτὶ τὸ ἐπίθετον. τοῦ δὲ φθάνει ἐκτατέον τὸ α διὰ τὸ μέτρον ὥϲπερ καὶ Ἀρίϲταρχοϲ ἠξίου. A. 276. ἥ με ψεύδεϲϲιν ἔθελγεν: ὡϲ βέλεϲϲιν· οὐ γὰρ ἐπίκειταί τινι ἐπιθετικῶϲ. ἔϲτι δὲ αὐτοῦ τὸ ἑνικὸν « ψεῦδοϲ δ’ οὐκ ἐρέει» (0d. γ 20). A.

---

Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg007.local001/.
