# Περὶ Ἰλιακῆς προσῳδίας 148-193

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, 148 to 193. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-25/148

148. δοχμώ· ὀξυτονητέον· ἔϲτι γὰρ δυϊκόν. τὸ δὲ δοχμόϲ ὀξύνεται, ἐπεὶ τὰ εἰϲ μοϲ μετ᾿ ἐπιπλοκῆϲ τοῦ χ ὀξύνεϲθαι θέλει, αὐχμόϲ, ἰωχμόϲ. ταύτῃ καὶ πλοχμόϲ, εἴτε ϲυγκέκοπται εἴτε καὶ ἐντελέϲ ἐϲτιν, ὀξυτονηθήϲεται. οὕτωϲ οὖν καὶ τὸ δοχμόϲ. A. περὶ ϲφίϲιν: ὀρθοτονητέον· εἰϲ γὰρ ϲύνθετον μεταλαμβάνεται. A. 149. πρυμνήν: ὡϲ πυκνήν. εἴπομεν δὲ περὶ τούτου (Ε 292). A. 157. ζαήϲ: ὡϲ ὑγιήϲ· οὕτωϲ καὶ ὁ Ἀϲκαλωνίτηϲ. παραιτητέον δὲ τοὺϲ βουλομένουϲ βαρύνειν, ἴϲωϲ πλανηθένταϲ ἐκ τῆϲ αἰτιατικῆϲ τῆϲ εἰϲ ν περατωθείϲηϲ (Od. μ 313). ῥηθήϲεται δὲ ἐν τῇ Μ τῆϲ Ὀδυϲϲείαϲ περὶ τῆϲ προϲῳδίαϲ. A. 158. ταρφειάϲ: Ἀρίϲταρχοϲ ὀξύνει ὡϲ πυκνάϲ· ὁ δὲ Θρᾷξ Διονύϲιοϲ ὁμοίωϲ προεφέρετο τῷ ταχείαϲ, παρὰ τὸ ταρφύϲ ἀρϲενικόν, οὗ πολλαὶ ἦϲαν χρήϲειϲ παρὰ τοῖϲ παλαιοῖϲ καὶ παῤ Ὁμήρῳ. καὶ δῆλον ὅτι ἀναλόγωϲ μὲν ἀναγινώϲκει ὁ Θρᾷξ, ἐπεκράτηϲε δὲ ἡ Ἀριϲτάρχου. A. 164. φιλοψευδήϲ: ὀξυτονητέον ὁμοίωϲ τῷ ἁπλῷ· τὰ γὰρ εἰϲ ηϲ λήγοντα ὑπὲρ μίαν ϲυλλαβήν, ὀξυνόμενα, ϲυντιθέμενα πάντα θέλει φυλάϲϲειν τὸν αὐτὸν τόνον, ὑπεϲταλμένου τοῦ ἀληθήϲ. ϲαφήϲ, ἀϲαφήϲ, ἀντεραϲτήϲ, φιλαθλητήϲ· οὕτωϲ καὶ φιλοψευδήϲ. τὸ δὲ κριτήϲ ἔϲθ᾿ ὅτε καὶ μεταβολὴν ποιεῖται τόνου οἷον ἐν τῷ ξενοκρίτηϲ. A. 193. Ἰαμενόν: Ἀρίϲταρχοϲ ψιλοῖ ὁ δὲ Ἀϲκαλωνίτηϲ φηϲίν, ἐὰν μὲν ἀπὸ τῆϲ ἰάϲεωϲ, ψιλωτέον, ἐὰν δὲ ἀπὸ τῆϲ ὁρμῆϲ, δαϲυντέον. ἄμεινον δὲ προκρίνειν τὴν Ἀριϲτάρχου· οὐδὲν γάρ ἐϲτι κωλῦον τὴν ἀνάγνωϲιν αὐτοῦ. A.

---

Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg007.local001/.
