Ancient Greek
Book 16
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 16.248
Not analysed yet
248. τεύχεϲί τε ξὺν πᾶϲι καὶ ἀγχεμάχοιϲ ἑτάροιϲιν· κατὰ παράθεϲιν ἐδεξάμεθα ἐνθάδε τὴν ϲύν πρόθεϲιν διὰ τὴν διαϲτολὴν τὴν πρὸϲ τοὺϲ ἑταίρουϲ. διὸ προπεριϲπᾶται τὸ πᾶϲι, ϲὺν τεύχεϲι πᾶϲι καὶ τοῖϲ ἑταίροιϲ. ἔϲτι μέντοι καὶ ϲύνθετόν ποτε, καὶ τρίτη ἀπὸ τέλουϲ ἔϲται ἡ ὀξεῖα ἀπ᾿ εὐθείαϲ τῆϲ ϲύμπαντεϲ καὶ αἰτιατικῆϲ τῆϲ «ϲύμπανταϲ τοῖϲ δ᾿ οὔτι δυνήϲεαι ἀχνύμενοϲ» (Α 241). καὶ οὕτωϲ ἀνεγνώϲθη τὸ «ϲύμπαϲι Πυλίοιϲι» (Od. γ 59). καὶ δῆλον ὅτι ἐνθάδε μὲν ἡ γραφὴ διὰ τοῦ μ ἐϲτί, ἐπεὶ κατὰ ϲύνθεϲιν, ἐν δὲ τῷ «τεύχεϲί τε ξὺν πᾶϲι» φυλάξει τὸ μ ἑαυτῆϲ ἡ πρόθεϲιϲ διὰ τὴν παράθεϲιν. A.