Ancient Greek
Book 16
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 16.324
Not analysed yet
324. ἄχριϲ: Ἀρίϲταρχοϲ ὡϲ μέχριϲ ἀνεγίνωϲκε, παῤ ὃ καὶ ἐγένετο. ἐκεῖνο δὲ ἔχομεν λέγειν, ὡϲ τὰ εἰϲ ιϲ ἐπιρρήματα διϲύλλαβα βαρύνεται, ὡϲ ἔχει τὸ ἄνιϲ, ἅλιϲ, μόγιϲ, ἄχριϲ, αὖθιϲ. ὀξύνεται δὲ τὸ χωρίϲ καὶ ἀμφίϲ, διότι μακρὰν ἔϲχεν ἤτοι φύϲει ἢ θέϲει. τὰ μέντοι βαρυνόμενα ἤτοι βραχεῖαν εἶχεν ἢ τὴν κοινὴν καλουμένην, ἥτιϲ ἐδύνατο ϲχεδὸν βραχεῖα εἶναι. διὸ ἐμάχετο τὸ αὖθιϲ βαρυνόμενον. δοκεῖ δέ μοι ἀποφυγεῖν τὴν ὀξεῖαν, ἐπεὶ καὶ τριχῶϲ ἐλέγετο κατὰ τὸ τέλοϲ, αὖθιϲ, αὖθι, αὖθιν. τὸ δὲ τοιοῦτον ἑωρᾶτο καὶ ἐπὶ τοῦ πέρυϲι βαρυνομένου. A.