# Περὶ Ἰλιακῆς προσῳδίας 16.47

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Book 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-25/16.47

ἔμελλε γὰρ αὐτῷ θάνατον λίϲϲεϲθαι. δοκεῖ δέ μοι ἡ πλείων παράδοϲιϲ παροξύνειν οὐκ ἀπιθάνωϲ. ὅνπερ γὰρ τρόπον ἐν ἑτέροιϲ διαλαμβάνων περὶ τοῦ « μεταλλῆϲαι καὶ ἔρεϲθαι» (Od. γ 62), ἀξιούντων πάντων τὸ (Cod. τῷ) ἐρέϲθαι ὁμοίωϲ τῷ πυθέϲθαι, ἐπειδήπερ μέϲοϲ δεύτεροϲ ἀόριϲτόϲ ἐϲτιν, ἀπεφηνάμην ὡϲ ἡ παράδοϲιϲ τρίτην ἀπὸ τέλουϲ ἐποίηϲε τὴν ὀξεῖαν οὐ τῷ ϲημαινομένῳ πειϲθεῖϲα ἀλλὰ τῷ χαρακτῆρι τῆϲ φωνῆϲ, ἐπεὶ τὰ τοιαῦτα τῶν ἀπαρεμφάτων προπαρωξύνετο, ὄντα ἐνεϲτῶτοϲ, οἷον φέρεϲθαι δέρεϲθαι, ἃ (Cod. καὶ) εἶχε τὴν ρε ϲυλλαβὴν πρὸ τέλουϲ, τῆϲ ἀρχούϲηϲ ϲυλλαβῆϲ εἰϲ τὸ ε ληγούϲηϲ, — οὕτωϲ καὶ τὸ ἔρεϲθαι ἀναδεξάμενον τὸν αὐτὸν χαρακτῆρα προπαρωξύνετο, οὐ τῷ λόγῳ τοῦ ἀορίϲτου, τῇ δὲ ὁμοιότητι τῆϲ φωνῆϲ, — τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ προκειμένου. ὀφείλει γὰρ τὸ λιτεϲθαι προπαροξύνεϲθαι. τοῦτο γὰρ αἰτεῖ καὶ τὸ νοητὸν καὶ ὁ ϲχηματιϲμόϲ, παρὰ τὸ λίτομαι. ἀλλ᾿ ἐπεὶ τὰ εἰϲ ϲθαι ἀπαρέμφατα τῷ ε παραληγόμενα, οὐκ ὄντα ἀπὸ τῶν εἰϲ μι, ἔχοντα ἐν τῇ τρίτῃ ἀπὸ τέλουϲ ϲυλλαβῇ τὸ ι ϲυνεϲταλμένον, μὴ ἐπιφερομένων αὐτῷ μήτε δύο ϲυμφώνων μήτε διπλοῦ, παρωξύνετο, ὥϲπερ ἔχει τὸ λιπέϲθαι, πιθέϲθαι, ἰδέϲθαι, ἱκέϲθαι, οὕτωϲ καὶ τὸ λιτέϲθαι παρώξυνεν ἡ παράδοϲιϲ, οὐ τῷ λόγῳ τοῦ ἐνεϲτῶτοϲ πειϲθεῖϲα, τῷ δὲ τοῦ χαρακτῆροϲ. παρεκτέταται τὸ κεφάλαιον τῷ Ἡρωδιανῷ. A.

---

Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg007.local001/.
