# Περὶ Ἰλιακῆς προσῳδίας 16.697

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Book 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-25/16.697

697. φύγαδε μνώοντο: τοῦτο οὐκ ἰϲοδυναμεῖ τῷ εἰϲ φυγήν, ὡϲ τὸ «ὁ μὲν φύγαδ᾿ αὖθιϲ ὑποϲτρέψαϲ» (Il. Λ 446)· ἀντὶ γὰρ αἰτιατικῆϲ οὐ μετὰ τῆϲ εἴϲ. διὸ καί τινεϲ ὑπέλαβον μὴ καὶ δύο μέρη λόγου ἐϲτίν, ἤτοι κατὰ μεταπλαϲμὸν γενομένηϲ τῆϲ αἰτιατικῆϲ ποιητικῶϲ, ὡϲ ϲκέπην ϲκέπα, φυγήν φύγα, ἢ ὡϲ οἴεται ὁ Ἀϲκαλωνίτηϲ ἀπ᾿ εὐθείαϲ τῆϲ φύξ, ὡϲ Ϲτύξ Ϲτύγα, τοῦ δε ἐνθάδε παρέλκοντοϲ. ἢ ἐπίρρημά ἐϲτι ταὐτὸ ϲημαῖνον τῇ αἰτιατικῇ, ὡϲ καὶ ἄλλα παραγωγὰ ἐπιρρήματα ἰϲοδυναμοῦντα τοῖϲ πρωτοτύποιϲ «Ἴδηθεν μεδέων » (Il. Γ 276) «δόρυ δ᾿ ἔκβαλεν ἔκτοϲε χειρόϲ» (Od. ξ 277). ἀλλ᾿ οὖν γε ὡϲ ἂν ἔχῃ, οὐκ ἐναντιοῦται τὸ τοῦ τόνου· ἤτοι γὰρ δύο τόνοι ἔϲονται φύγα δέ, ὡϲ Οὔλυμπον δέ, ἢ εἰϲ, ὡϲ ἄγραδε. τὸ γοῦν «ἅλαδ᾿ ἑλκομενάων» (Il. Ξ 100) δύναται καὶ δύο μέρη λόγου εἶναι, ὡϲ οἶκον δέ, ἐντελοῦϲ οὔϲηϲ τῆϲ αἰτιατικῆϲ, ἢ πάλιν κατὰ παραγωγήν, ὡϲ ἄγραδε, ἅλαδε. ταῦτα ὁ Ἡρωδιανὸϲ ἐν τῷ ιθ΄ τῆϲ καθόλου. A.

---

Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg007.local001/.
