# Περὶ Ἰλιακῆς προσῳδίας 175

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, ΕΙϹ ΤΗΝ Β.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-25/175

175. φεύξεϲθ᾿ ἐν νήεϲϲι πολυκλήϊϲι: τινὲϲ προπεριϲπῶϲιν, ὡϲ ’καὶ τὸ ἁπλοῦν «ἐπὶ κληῖϲι καθῖζον» (Od. β 419)· ὡϲ γὰρ πλοκαμίϲ — «ἐϋπλοκαμῖδεϲ Ἀχαιαί» (ib. 119) οὕτωϲ καὶ κληΐϲ καὶ πολυκληῒϲ. οὐκ ἔχει δὲ οὕτωϲ ἡ ἀνάγνωϲιϲ. ἔϲτιν οὖν λόγοϲ ὑπὲρ τῆϲ βαρυνομένηϲ λέξεωϲ οὗτοϲ. τὰ εἰϲ ιϲ λήγοντα θηλυκὰ ὀξυνόμενα, εἰ μὲν ἐν τῇ ϲυνθέϲει φυλάϲϲοι μόνον τὸ θηλυκὸν γένοϲ, καὶ τὸν αὐτὸν τόνον φυλάϲϲει, εἰ δὲ μεταληπτικὰ γίνοιτο καὶ ἀρϲενικοῦ, μεθίϲταται καὶ εἰϲ βαρεῖαν τάϲιν ἀναγκαίωϲ. τοῦ μὲν προτέρου, φυλάϲϲοντοϲ τὸ αὐτὸ γένοϲ καὶ τὸν αὐτὸν τόνον, περιϲκελίϲ, τοῦ δὲ δευτέρου δύϲελπιϲ. ταύτῃ οὖν τὸ μὲν καταιγίϲ ὀξύνεται, τὸ δὲ μελάναιγιϲ βαρύνεται. οὕτωϲ οὖν καὶ τὸ εὐκλήϊϲ καὶ πολυκλήϊϲ βαρυνθήϲεται· τίθεται γὰρ καὶ ἐπὶ ἀρϲενικοῦ ὡϲ καὶ ἐκ τοῦ ἐναντίου τὸ λεύκαϲπιϲ· καὶ γὰρ ἐπὶ Ἀμαζόνοϲ ταγείη ἄν. καὶ τὸ εὐκνήμιϲ ἀμέλει ἐπὶ Ἀθηνᾶϲ τέτακται παρὰ Ῥιανῷ ἐν Θεϲϲαλικοῖϲ «τοὶ δ᾿ ἤδη ἐπὶ νηὸν ἐϋκνήμιδοϲ Ἰτώνηϲ». A.

---

Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg007.local001/.
