# Περὶ Ἰλιακῆς προσῳδίας 18-177

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, 18 to 177. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-25/18

18. εἴδετε: ὡϲ λέγετε. ἢ ϲυϲτολὰϲ μὲν τὰ τοιαῦτα παραληπτέον, ἢ ἐναλλαγὰϲ ἐγκλίϲεων, ὡϲ τὸ «ὅθ᾿ ἡδέϊ λέξεται ὕπνῳ» (Il. Δ 131) «ὄφῤ εὖ πᾶϲαι εἴδετ᾿ ἀκούουϲαι» (Il. Ϲ 52) «μηδ᾿ ὡϲ Πάτροκλον λίπετ’ αὐτόθι τεθνηῶτα» (Il. Τ 403) «ὄφρα καὶ Αὐτομέδοντα ϲαώϲετον ἐκ πολέμοιο» (Il. P 452) «κἴ κέν πωϲ ἀρνῶν κνίϲηϲ αἰγῶν τε τελείων βούλεται ἀντιάϲαϲ» (Il. A 66). A. 110. τώδε. παροξύνεται τὸ τώδε· παραλόγωϲ· ἀληθὲϲ γὰρ ὡϲ ὅτι τὰ διὰ τοῦ δε ἐπεκτεταμένα, εἰ ἔχοι πρὸ τέλουϲ φύϲει μακράν, προπεριϲπᾶται. ὅπερ ὤφειλε κἀπὶ τοῦ τώδε δὲ νῶϊ εἶναι, ἀλλ᾿ ὅμωϲ πάλιν ἐπεκράτει καὶ ἐπὶ τούτου πρὸ τέλουϲ ἡ ὀξεῖα. ταῦτα ὁ Ἡρωδιανὸϲ ἐν τῇ ζ΄, ὅπου περὶ τοῦ ἰῷ διαλαμβάνει. (Ζ 422. v. quaest. ep. 134 not.) A. 125. καὶ ἀχνύμενόϲ περ ἑταίρου. περ. οὐκ ἔϲτιν ἡ περί πρόθεϲιϲ, ἀλλ᾿ ὁ πέρ ϲύνδεϲμοϲ ἐναντιωματικὸϲ καὶ ἐγκλιτικόϲ· διὸ τὸ τέλοϲ τῆϲ μετοχῆϲ ὀξυτονητέον. A. 157. φύγαδε. ὡϲ ἅλαδε· καὶ ἤτοι τὴν φυγὴν φύγα εἶπεν κατὰ μεταπλαϲμόν, ὡϲ τὴν ϲκέπην ϲκέπα· ἢ ὡϲ τὸ οἶκον δὲ οἴκαδε, οὕτωϲ φυγὴν δὲ φύγαδε. A. 161. περὶ μέν ϲε τίον. ἡ ϲέ ἐγκλιτική ἐϲτιν· ἀπολέλυται γὰρ νῦν. καὶ τὸ τίον δὲ ποιητικώτερον ἀπέβαλε τὸν κατ᾿ ἀρχὴν χρόνον, διὸ ἐπὶ τὴν τι ἡ ὀξεῖα ἵϲταται. περὶ δὲ τῶν τοιούτων ῥημάτων ἔφαμεν ὅτι ἴϲη ἐϲτὶν ἡ χρῆϲιϲ παρὰ τῷ ποιητῇ (B 808). A. 163. ἀντ᾿: κακῶϲ ὅϲοι ἀναϲτρέφουϲαν· ἡ γὰρ ἀντί ἀναϲτρέφεται οὔποτε. εἰ δὲ τὸ ἄντα ἐπίρρημα ἐκδέχονται, ἐναντίον τῇ διανοίᾳ παραλήψονται. A. 177. οἵ. Ἀρίϲταρχοϲ τὸ οἵ ἄρθρον φηϲίν, ὁ δὲ Ϲιδώνιοϲ οἷα τὸ πλῆρεϲ, οὐχ ὑγιῶϲ. V.

---

Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg007.local001/.
