# Περὶ Ἰλιακῆς προσῳδίας 191

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, ΕΙϹ ΤΗΝ Ν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-25/191

191. ἀλλ’ οὔ πῃ χροὸϲ εἴϲατο: Ἀλεξίων φηϲὶν ὡϲ Ἀρίϲταρχοϲ ὡϲ ϲοφόϲ προηνέγκατο, Τυραννίων δὲ ὡϲ πόλοϲ, καὶ ἔχει λόγον ἑκατέρα ἡ ἀνάγνωϲιϲ. ἐὰν μὲν χρόοϲ ὡϲ πόλοϲ κατ’ εὐθεῖαν πτῶϲιν ἀναγνῶμεν, ἔϲται τὸ λεγόμενον, ἀλλ’ οὐδαμῶϲ ὁ χρὼϲ ἐφάνη. ἐὰν δὲ χροόϲ ὡϲ ϲοφόϲ κατὰ γενικὴν πτῶϲιν, ἔϲται, ἀλλ’ οὐδαμῶϲ τοῦ χρωτὸϲ διῆλθε· τὸ γὰρ εἴϲομαι καὶ τὸ φανῆναι ϲημαίνει καὶ τὸ διελθεῖν. ἐπικρίνομεν δὲ ἡμεῖϲ περὶ τῆϲ ἀναγνώϲεωϲ ἐκεῖνο, ὡϲ ὅτι πιθανόν ἐϲτι μᾶλλον τὴν γενικὴν ἐκδέχεϲθαι ἤπερ τὴν εὐθεῖαν· ἦν γὰρ αὐτῷ ἔθοϲ εὐθεῖαν μὲν ἐπίϲταϲθαι εἰϲ ωϲ περατουμένην «ἐπεὶ οὐ ϲφι λίθοϲ χρὼϲ οὐδὲ ϲίδηροϲ» (Il. Δ 510) καὶ ἀκόλουθοϲ αἰτιατικὴ «χρῶτ᾿ ἀπονιψαμένη» (Od. ϲ 172) τὰϲ δὲ ἄλλαϲ πλαγίουϲ οἶδεν ἀπὸ τῆϲ ουϲ εὐθείαϲ· «χροῒ δ’ ἔντε᾿ ἐδύϲετο παμφανόωντα» (Il. Ι 596)· καὶ τὴν αἰτιατικὴν «μηκέτι νῦν χρόα καλόν» (τ 263). ὥϲτε εἰ οὐ κεκώλυται τῆϲ γενικῆϲ ἡ ϲύνταξιϲ, τί ἐϲτι τὸ κατεπεῖγον μὴ τῇ ϲυνήθει κλίϲει τὴν ἀνάγνωϲιν ποιεῖϲθαι; A.

---

Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg007.local001/.
