# Περὶ Ἰλιακῆς προσῳδίας 2

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, ΕΙϹ ΤΗΝ Δ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-25/2

2. μετὰ δέ ϲφιϲι. τὸ ϲφιϲι κατ᾿ ἔγκλιϲιν ἀναγνωϲτέον νῦν, ἱνα εἰϲ ἁπλῆν ἀντωνυμίαν ἡ μετάληψιϲ γένηται. τοῦτο δὲ τὸ παρατήρημα οἱ ἀπ᾿ Ἀριϲτάρχου παραγγείλαντεϲ διηνεκῆ τὴν ἀνάγνωϲιν οὐκ ἐφύλαξαν. ἀληθὲϲ γάρ ἐϲτιν, ὅτι ἡ ϲφίϲιν ἐγκλιτικὴ οὖϲα εἰϲ ἁπλῆν μεταλαμβάνεται, ὥcπερ καὶ ἐπὶ τοῦ «ἔτι γάρ ϲφιϲι κῦδοϲ ὀρέξω» (Ιl. Ρ 453). οὐ μὴν ὀρθοτονουμένη πάντωϲ εἰϲ ϲύνθετον· ἔϲτι γὰρ ὅτε καὶ εἰϲ ἁπλῆν. εἰϲ μὲν οὖν ϲύνθετον οὕπτωϲ «αἵ ἑ μετὰ ϲφίϲιν εἶχον» (Ιl. X 474), εἰϲ ἁπλῆν δὲ οὕτωϲ· «τοὺϲ δ᾿ ἄναγον ζωοὺϲ ϲφίϲιν ἐργάζεϲθαι» (Od. ξ 272), «ϲφίϲι δ᾿ αὐτοῖϲ δαῖτα πένεϲθαι» (Od. δ 683). οὐ γὰρ δὴ καὶ οἱ αἰχμάλωτοι ἄγονται ἑαυτοῖϲ ἐργάζεϲθαι, ἀλλ᾿ αὐτοῖϲ τοῖϲ ἄγουϲιν· οὐδὲ οἱ μνηϲτῆρεϲ τὰ πρὸϲ τὴν δαῖτα ἑαυτοῖϲ παρεϲκεύαζον, ἕτεροι δὲ αὐτοῖϲ. AB.

---

Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg007.local001/.
