# Περὶ Ἰλιακῆς προσῳδίας 201-2

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, ΕΙϹ ΤΗΝ Ρ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-25/201-2

201. ζητεῖ ὁ Ἡρωδιανὸϲ ἐν τῷ α΄ ὑπομνήματι τοῦ περὶ παθῶν Διδύμου (cf. Λ 160) περὶ τοῦ ἆ δειλ᾿ , πῶϲ δεῖ τονίζειν αὐτὸ καί φηϲι· πολὺ δὲ πρότερον παρὰ τῷ ποιητῇ ἐϲτι τὸ τῆϲ ἀναγνώϲεωϲ, ἆ δείλ᾿ οὐδέ τί τοι θάνατοϲ, ἢ ἆ δεῖλ᾿ οὐδέ τί τοι θάνατοϲ. τὸ γὰρ πλῆρέϲ. ἐϲτιν ἆ δειλέ· οὐ γάρ, ὡϲ οἱ ἐξηγηϲάμενοι, τοῦ δείλαιε ἀποκοπή· ἐν ἑτέροιϲ γὰρ αὐτὸϲ λέγει «ἆ δειλώ, τί νυ δάκρυ κατείβετον» (φ 86). περιγέγραπται οὖν ἡ ὀξεῖα, εἶτα καὶ ἀνάπαυϲιϲ γέγονεν. ἀρά γε οὖν φυλαχθήϲεται ἡ ὀξεῖα, ἢ ἐπεὶ περιγέγραπται τὸ φωνῆεν τῆϲ ὀξείαϲ περιγέγραπται καὶ ὁ τόνοϲ; τὸ κρινόμενον ἐκεῖνο, ἵνα ἐπιϲτάμενοι ἀναγνῶμεν· ἕν ἐϲτιν εἰπεῖν, εἰ ἅπαξ περιγέγραπται τὸ φωνῆεν τὸ ἔχον τὴν ὀξεῖαν, ὁ τόνοϲ γενέϲθω τῆϲ προτέραϲ ϲυλλαβῆϲ, οὐχὶ τῆϲ ἐπὶ τέλουϲ. A.

---

Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg007.local001/.
