# Περὶ Ἰλιακῆς προσῳδίας 212

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, ΕΙϹ ΤΗΝ Δ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-25/212

212. περὶ δ᾿ αὐτὸν ἀγηγέραθ᾿ ὅϲϲοι ἄριϲτοι Κύκλοϲ’: Ἀρίϲταρχοϲ μὲν ὀνοματικῶϲ, ἵν᾿ ᾖ ἀγηγέρατο κύκλοϲ, ὁμοίωϲ τῷ « ἀγρόμενοι πᾶϲ δῆμοϲ» (Ιl. 166) τοιοῦτο γὰρ βούλεται ϲημᾶναι, κύκλοϲ γενόμενοι. Νικίαϲ δὲ καὶ ὁ Ἀϲκαλωνίτηϲ κυκλόϲε, ὡϲ «πόϲε φεύγετε» (Il. Π 422). ὅπερ καὶ πιθανώτερον. οὐ γὰρ δύναται ἐντελὴϲ εἶναι ἡ ϲύνταξιϲ τοῦ Ἀριϲτάρχου, ἀγηγέρατο κύκλοϲ· λείπει γάρ τι. διὸ ὁ Ἀρίϲταρχοϲ ἔξωθεν προϲτίθηϲι τὸ γενόμενοι· εἰ δὲ προϲτίθηϲιν, ἄμεινον αὐτόθεν ἀναγινώϲκειν κυκλόϲε· τοιοῦτο γὰρ τὸ ἐπίρρημα τὴν προκειμένην ϲχέϲιν ϲημαῖνον. εἰ δέ τιϲ λέγοι, διὰ τί γὰρ τὸ ἀγρόμενοι πᾶϲ δῆμοϲ εὐπαράδεκτόν ἐϲτιν, οὐκέτι δὲ τὸ ἀγηγέρατο κύκλοϲ, ἴϲτω ὅτι τὸ δῆμοϲ τῇ μὲν φωνῇ ἑνικόν ἐϲτι, τῷ δὲ ϲημαινομένῳ πληθυντικόν· τῷ οὖν ϲημαινομένῳ ἡ ϲύνταξιϲ ἐγένετο, ὡϲ καὶ ἐπὶ τοῦ «ἡ πληθὺϲ ἐπὶ νῆαϲ Ἀλχαιῶν ἀπονέοντο» (Il. Ο 305). οὔ γε μὴν ὁ κύκλοϲ ἔχεται τούτου τοῦ ϲημαινομένου· διὸ οὐδὲ ἐντελὴϲ ἡ τοιαύτη ϲύνταξιϲ ἐπ᾿ αὐτῷ δύναται γενέϲθαι. A.

---

Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg007.local001/.
