# Περὶ Ἰλιακῆς προσῳδίας 234

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, ΕΙC THN Υ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-25/234

234. Ἀρίϲταρχοϲ μὲν ἕν ποιεῖ τὸ ἀνηρείψαντο τουτέϲτι τὸ ἀνήρπαϲαν. εἰϲὶ μέντοι οἳ τὸν ἄν ϲύνδεϲμον παρέλαβον, ὧν ἐϲτι καὶ Ἀπολλώνιοϲ ὁ τοῦ Θέωνοϲ, τοιοῦτόν τί ἐκδεχόμενοϲ· ἀνήρπαϲαν ἂν αὐτὸν οἱ θεοὶ τῷ Διὶ χάριν τοῦ κάλλουϲ, εἰ ἔζη. τοῦτο δέ φηϲιν ἐπεὶ οὐδαμοῦ παρειϲάγει αὐτὸν ὁ ποιητὴϲ τῷ Διὶ διακονούμενον· ἡ γὰρ Ἥβη βλέπεται καὶ ὁ Ἥφαιϲτοϲ. πρὸϲ δὲ ταῦτα ὑγιῶϲ ἀπεφήναντό τινεϲ, καὶ ὁ Ἀϲκαλωνίτηϲ, ὡϲ ὅτι ὁ ποιητὴϲ τῷ ἠρείψαντο οὐδέποτε ἐχρήϲατο ἄνευ τῆϲ προθέϲεωϲ. δεύτερον ὡϲ εἰ ἦν ὁ ἄν ϲύνδεϲμοϲ ἐχρῆν τινα αἰτίαν ἐπενεχθῆναι, ὥϲπερ ἐπὶ τοῦ «οὐδ’ ἄν πω χάζοντο κελεύθου δῖοι Ἀχαιοί, εἰ μὴ Ἀλέξανδροϲ Ἑλένηϲ πόϲιϲ ἠϋκόμοιο παῦϲεν ἀριϲτεύοντα μάχηϲ» (Ιl. 504). πῶϲ δὲ ἐν ἑτέροιϲ περὶ τῆϲ ἁρπαγῆϲ τοῦ Γανυμήδουϲ ὑπόμνηϲιν ποιεῖται, ὁπότε ὁ Διομήδηϲ λέγει «τῆϲ γάρ τοι γενεῆϲ ἧϲ Τρωΐ περ εὐρύοπα Ζεὺϲ δῶχ’ υἷοϲ ποινὴν Γανυμήδεοϲ» (ΙΙ. 265) ἀλλά, φηϲίν, οὐ διακονεῖται εὐλόγωϲ, πρῶτον μὲν ὅτι τὰ πάντα ϲυμπόϲια δύο ἐϲτίν, ἕν μὲν ἐν τῇ Α, ἐν ᾧ ὁ Ἥφαιϲτοϲ παρειϲάγεται διακονούμενοϲ ἕνεκα γέλωτοϲ, ἄλλο δὲ ἐν τῇ Δ, ὅπου ἡ Ἥβη κοινῶϲ οἰνοχοεῖ πᾶϲι θεοῖϲ. ἔχομεν δὲ ἡμεῖϲ προϲθεῖναι τὸ κυριώτατον, φημὶ δὴ τὸ τῆϲ ϲυντάξεωϲ. ὁ γὰρ καί ϲύνδεϲμοϲ ἐναντίοϲ ἐϲτὶ τῷ ἄν. ὁ μὲν γάρ τίθηϲι, μᾶλλον δὲ ϲυμπλέκει, ὥϲπερ ἐπιζητῶν καὶ ἕτερα ϲυμπλέξαι· ὁ δὲ ἄν ϲύνδεϲμοϲ ἀναιρεῖ τὰ παρῳχημένα. A.

---

Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg007.local001/.
