# Περὶ Ἰλιακῆς προσῳδίας 235-2

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, ΕΙC THN Ω.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-25/235-2

235. ἐξἑϲίην: Ἀρίϲταρχοϲ δαϲύνει τὴν δευτέραν ϲυλλαβήν· «κπαρὰ γὰρ τὸ ἵημι, φηϲίν, ἐγένετο. ἐπιφέρει γοῦν πρὸ γὰρ ἧκε πατὴρ ἄλλοι τε γέροντεϲ. παρὰ δέ τὸν ἥϲω μέλλοντα ἡ ἑϲία ἐγένετο, ὡϲ καὶ παρὰ τὸ θήϲω θεϲία, «πῇ δὴ ϲυνθεϲίαι τε» (Π. Β 339) τὸ αὐτὸ καὶ ἐπὶ τοῦ «τῶν ἕνεκ’ ἐξεϲίην » (Οd. φ 20)». οὕτωϲ δὲ καὶ Νικίαϲ. Νεοπτόλεμοϲ δὲ ὁ Παριανὸϲ λέγων παρὰ τὸ ἐξιέναι πεποιῆϲθαι τὴν λέξιν ἀξιοῖ ψιλοῦν. ἄμεινον δὲ τῷ Ἀριϲτάρχῳ πείθεϲθαι. ἠπίϲτατο γὰρ ὁ ποιητὴϲ καὶ τὸν ἥϲω μέλλοντα δαϲυνόμενον «ἥϲω γὰρ καὶ ἐγώ» (Ιl. P 515) παρὰ δὲ τοὺϲ μέλλονταϲ ὁριϲτικοὺϲ ἐγένετο τὰ τοιαῦτα ὀνόματα, οὐ παρ’ ἐνεϲτῶταϲ ἀπαρεμφάτου ἐγκλίϲεωϲ. θύϲω γοῦν θυϲία, ἄξω ἀξία, δώϲω δοϲία, προδώϲω προδοϲία. οὕτωϲ οὖν καὶ παρὰ τὸν ἥϲω ἑϲία καὶ ἐξἑϲία. A.

---

Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg007.local001/.
