# Περὶ Ἰλιακῆς προσῳδίας 235

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, ΕΙϹ ΤΗΝ Δ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-25/235

235. οὐ γὰρ ψεύδεϲϲι πατὴρ Ζεὺϲ ἔϲϲετ᾿ ἀρωγόϲ: Ἀρίϲταρχοϲ ἐπιθετικῶϲ ἀναγινώϲκει ψευδέϲι ὡϲ ϲαφέϲι· τοῦτο γάρ φηϲι θέλει δηλοῦν, οὐ γὰρ τοῖϲ ψεύϲταιϲ Τρωϲὶ βοηθεῖ ὁ Ζεύϲ. εἰ δὲ τὸ πρᾶγμα ἠβουλόμεθα παραλαβεῖν, ψεύδεϲιν ἀνέγνωμεν ὡϲ βέλεϲιν, ἵν᾿ ἀπ᾿ εὐθείαϲ ᾖ ἡ κλίϲιϲ» «ψεῦδοϲ δ᾿ οὐκ ἐρέει» (Od. γ 20). οὕτωϲ δὲ καὶ Πτολεμαῖοϲ ὁ Ἀϲκαλωνίτηϲ ϲυγκατατιθέμενοϲ Ἀριϲτάρχῳ. ὁ μέντοι Ἑρμαππίαϲ προϲηγορικὸν ἀναγινώϲκει ψεύδεϲιν ὡϲ τείχεϲιν, ἐπεὶ οὐδέποτε, φηϲίν, οἶδεν ὁ ποιητὴϲ ἁπλοῦν τὸ ψευδήϲ, ἐν δὲ ϲυνθέτῳ φιλοψευδήϲ (Il. Μ 164) ἀψευδήϲ (Ιl. 46), ἢ οἶδεν ἑτέρωϲ λετόμενον τὸ «ψεῦϲταί τ᾿ ὀρχηϲταί τε» (Ιl. 261). ϲυνεχῶϲ δὲ τὸ ψεῦδοϲ «ὦ γέρον οὔ τι ψεῦδοϲ» (Ιl. I 115), « ψεῦδοϲ δ᾿ οὐκ ἐρέει» (Od. γ 20), «ἴϲκε ψεύδεα πολλά» (Od. τ 203). AV.

---

Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg007.local001/.
