# Περὶ Ἰλιακῆς προσῳδίας 29

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, ΕΙϹ ΤΗΝ Ν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-25/29

29. γηθοϲύνη: Ἡρόδικοϲ τὴν θοϲ ϲυλλαβὴν ὀξύνει, ἵνα ᾖ τὸ πλῆρεϲ γηθόϲυνα, εἶτα ἡ δὲ θάλαϲϲα· ὁ δὲ Ἀρίϲταρχοϲ γηθοϲύνη δὲ θάλαϲϲα, ἀντὶ τοῦ γηθόϲυνοϲ, χαίρουϲα. εἰϲὶ μέντοι οἳ ἀναγινώϲκουϲι γηθοϲύνῃ καὶ δοτικὴν πτῶϲιν ἐκδέχονται, ὥϲπερ καὶ Ἀριϲτοφάνηϲ, οἷϲ ἐγὼ ϲυγκατατίθεμαι, ἵν᾿ ᾖ τὸ ἀκόλουθον τοιοῦτον, τῇ χαρᾷ ἡ θάλαϲϲα διΐϲτατο, ἵνα καὶ ἔθει Ὁμηρικῷ δοτικὴ ἀντὶ γενικῆϲ παρειλημμένη ὑπάρχοι, ὑπὸ χαρᾶϲ ἡ θάλαϲϲα διΐϲτατο ὁμοίωϲ τῷ «ὃϲ δὴ γήραι κυφὸϲ ἔην» (Cod. ἔη) (Od. β 16). τί δέ ἐϲτι τὸ κινοῦν με ἐκθήϲομαι. ὁρῶ τὰ διὰ τοῦ ϲυνη θηλυκὰ μὴ κατὰ θηλειῶν ἐπιθετικῶϲ τιθέμενα, πραγμάτων δὲ ὄντα κατηγορικά. πρόδηλοϲ δὲ ἡ παρ’ αὐτῷ τῷ ποιητῇ χρῆϲιϲ· ἔϲτι γάρ τι κερδοϲύνη πρᾶγμα, οὐχὶ κερδοϲύνη γυνή· «ὡϲ φαμένη καὶ κερδοϲύνῃ ἡγεῖτο» (Il. Χ 247) «ἀρχὴν ξεινοϲύνηϲ» (Od. φ 35)· «πλαγκτοϲύνηϲ δ’ οὐκ ἔϲτι κακώτερον» (Od. ο 343)· «τὴν δ’ ᾔνηϲ᾿ ἥ οἱ πόρε μαχλοϲύνην» (Il. Ω 30)· «δρηϲτοϲύνῃ δ’ οὐκ ἄν μοι» (Od. ο 321)· «ταρβοϲύνῃ, φὰν γάρ μιν» (Od. ϲ 342). εἴπερ οὖν ταῦτα πάντα εὑρέθη οὐκ ἐπιθετικῶϲ κατά τινοϲ θηλείαϲ, κατηγορικὰ δὲ πράγματοϲ, πῶϲ ἂν γένοιτο γηθοϲύνη θάλαϲϲα; οὐ γὰρ ἀγαθοφροϲύνη γυνή. ἄμεινον οὖν ἐπὶ πράγματοϲ παραλαμβάνειν καὶ δοτικὴν πτῶϲιν ἐκδέχεϲθαι. εἰκόϲ τινα φήϲειν ὑπὲρ Ἀριϲτάρχου καὶ τῶν ἄλλων ὡϲ ὅτι αὐτὸϲ ἤδη ὁ ποιητὴϲ ἀρϲενικῶϲ τοῦτο ἀπεφήνατο «γηθόϲυνοϲ δ᾿ οὔρῳ» (Od. ε 269)· οὕτωϲ ἀκόλουθον θηλυκὸν γένοιτ’ ἂν τὸ γηθοϲύνη. ὃν διδάξομεν ὡϲ ὅτι τὰ διὰ τοῦ ϲυνοϲ εἰ παράγοιτο ἐπιθετικῶϲ ἀρϲενικὰ ὑπάρχοντα μηκέτι ποιεῖ κατὰ τὸ πλεῖον θηλυκοῦ γένουϲ παραϲχηματιϲμόν. τὸ οὖν δικαιόϲυνοϲ Ζεὺϲ οὐκ ἔχει τὸ δικαιοϲύνη θηλυκὸν ἔτι ἐπιθετικῶϲ κατά τινοϲ θεοῦ ταϲϲόμενον. A.

---

Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg007.local001/.
