# Περὶ Ἰλιακῆς προσῳδίας 297

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, ΕΙϹ ΤΗΝ Ε.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-25/297

297. Ἡλιόδωροϲ ϲτίζει εἰϲ τὸ ἀπόρουϲεν, εἶτα ἄρχεται ἀπὸ τοῦ ϲὺν ἀϲπίδι δουρί τε μακρῷ. ἃ γὰρ εἶχε, φηϲί, πρότερον, ταῦτα τῷ Πανδάρῳ παρέδωκε. αἴρει γοῦν (οὖν), φηϲί, τὴν ἀϲπίδα ἀπὸ τοῦ νεκροῦ καὶ καθοπλίζεται, καὶ τὸ ἐλθὲν ὑπὸ τοῦ Διομήδουϲ δόρυ. (Voluit igitur: Αἰνείαϲ δ᾿ ἀπόρουϲε. ϲὺν ἀϲπίδι δουρί τε μακρῷ, δείϲαϲ — Ἀχαιοί, ἀμφὶ δ᾿ ἄρ᾿ αὐτῷ βαῖνε.) τοῦτο δὲ οὐκ ἔϲτιν ἀληθὲϲ ὡϲ ὅτι ἀπὸ τοῦ Πανδάρου ὁ Αἰνείαϲ αἴρει τὰ ὅπλα· οὐ γὰρ ἐδήλωϲεν ὁ ποιητήϲ. ἀπίθανόν τε αὐτὸν ἑαυτὸν τὸν Αἰνείαν γυμνὸν παραδεδωκέναι τοῖϲ πολεμίοιϲ. ὑπόψυχρόν τε τὸ ἐκδέχεϲθαι τὸν Διομήδη ἕωϲ οὗ καθοπλίϲηται ὁ Αἰνείαϲ, καὶ μὴ εὐθέωϲ αὐτὸν ἀνελεῖν. διὸ καὶ ὁ Ἀϲκαλωνίτηϲ ϲυνάπτει, ὥϲτε ἐπὶ τοῦ Αἰνείου κεῖϲθαι τὸ ϲὺν ἀϲπίδι δουρί τε μακρῷ· καὶ δῆλον ὅτι ὁ Πάνδαροϲ ὑπ᾿ ἄλλου κατὰ τὸ ϲιωπώμενον καθώπλιϲτο, ὁ δὲ Αἰνείαϲ εἰϲ τὸ μετάφρενον μετενηνόχει τὴν ἀϲπίδα, εἶχε δὲ τὸ δόρυ παρακείμενον, ᾗ ἔκειτο ἐν τῷ δίφρῳ, ὥϲπερ καὶ Νέϲτωρ ἡνιοχῶν Διομήδει, ὡϲ ϲαφὲϲ ἐκ τοῦ Ἕκτοροϲ προϲώπου «αἴ κε λάβωμεν ἀϲπίδα Νεϲτορέην» (Il. Θ 191). οὕτωϲ δὲ καὶ Αὐτομέδων ἡνιοχεῖ τῷ Πατρόκλῳ· παραδοὺϲ οὖν τὰϲ ἡνίαϲ Ἀλκιμέδοντι πολεμεῖ τοῖϲ ἰδίοιϲ ὅπλοιϲ. ἦν οὖν τόποϲ τῶν ὅπλων τοῦ ἡνιόχου ἐν τῷ ἅρματι, ἵνα εἰ χρεία γένοιτο μαχέϲωνται. ταῦτα Ἡρωδιανὸϲ ἐν τῇ προϲῳδίᾳ. AL. (paulo brevius et sine testimonio auctoris) V.

---

Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg007.local001/.
