# Περὶ Ἰλιακῆς προσῳδίας 302-3

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, ΕΙϹ ΤΗΝ Ο.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-25/302-3

302. Μέγην: Ἀρίϲταρχοϲ βαρύνει ὡϲ «Μέϲθλην τε Γλαῦκόν τε» (Il. Ρ 216) καὶ ἐπείϲθη ἡ παράδοϲιϲ. ὁ δὲ Ἀϲκαλωνίτηϲ καὶ ἄλλοι περιϲπῶϲιν ὡϲ Ἑρμῆν καὶ Ποδῆν τὰ γὰρ εἰϲ ηϲ λήγοντα, φαϲί, βαρύτονα διϲύλλαβα, ἀπὸ βραχείαϲ ἀρχόμενα, περιϲϲοϲυλλάβωϲ κλίνεται, λέβητα, Λάχητα· εἰ δ’ οὐχ οὕτωϲ ἐκλίθη, δῆλον ὅτι περιϲπαϲθήϲεται· ἄλλωϲ τε εἰ εὑρέθη αὐτοῦ ἡ αἰτιατικὴ ὡϲ ἀπὸ βαρυτόνου «Φυλλείδην τε Μέγητα» (Il. Τ 239), ὅτε μὴ οὕτωϲ ἔχῃ, περιϲπαϲθήϲεται, ὡϲ Θαλῆν καὶ Θάλητα καὶ Φαλῆν καὶ Φάλητα. ἔϲτι δὲ ὑπὲρ τοῦ Ἀριϲτάρχου πρὸϲ αὐτοὺϲ πρῶτον μὲν ἐκεῖνο εἰπεῖν, ὅτι οὐχ ἁπλῶϲ τὰ εἰϲ ηϲ ἀλλὰ τὰ ῥηματικὰ μὴ εἰϲ τηϲ λήγοντα τὴν προειρημένην ἀναδέχεται κλίϲιν, ἐπεὶ τὰ (an κλίϲιν. ἔπειτα̣) πολλά ἐϲτι διχῶϲ κεκλιμένα. τὸ γοῦν Μύνηϲ ὁ μὲν ποιητὴϲ περιττοϲυλλάβωϲ ἔκλινεν «πέρϲεν δὲ πόλιν θείοιο Μύνητοϲ» (Il. Τ 296). ὁ δὲ Ϲοφοκλῆϲ ἰϲοϲυλλάβωϲ «Μόνου τ᾿ Ἐπιϲτρόφου τε», μύκητά τε καὶ μύκην, εἰ καὶ πολλὰ ϲημαίνει ἡ λέξιϲ. καὶ ὅτι οὐ τὸ μέτρον αἴτιόν ἐϲτι, δῆλόϲ ἐϲτιν Ἑκαταῖοϲ οὕτωϲ κλίναϲ· φηϲὶ γὰρ «καὶ ἐπαφήϲαϲ τὸν κολεὸν τοῦ ξίφεοϲ, τὸν μύκην εὗρεν ἀποπεπτωκότα». ὁ δὲ Ἄρατοϲ (Dios. 244) περιττοϲυλλάβωϲ ἔκλινεν «ἢ λύχνοιο μύκητεϲ ἀγείρονται περὶ μύξαν». καὶ μή ποτε ταῦτα ϲυναγωνίζεται τῷ Ἀριϲτάρχῳ· καὶ γὰρ ταῦτα διχῶϲ κλιθέντα οὐ μετέβαλε τὸν τόνον, οἷϲ ὅμοιον δύναται εἶναι καὶ τὸ Μέγηϲ. A.

---

Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg007.local001/.
