# Περὶ Ἰλιακῆς προσῳδίας 302

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, ΕΙϹ. ΤΗΝ Α.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-25/302

302. εἰ δ᾿ ἄγε μὴν πείρηϲαι: προπαροξυτονητέον τὸ πείρηϲαι, ἵνα ᾖ προϲτακτικόν, ὡϲ τὸ «ϲὺ δὲ φράϲαι» (83), καίτοι πολλάκιϲ τῶν τοιούτων τὸν τόνον ἐχόντων τῶν ἀπαρεμφάτων, λέγω δὲ τῶν εἰϲ αι ληγόντων· «ἀλλά με κακκεῖαι ϲὺν τεύχεϲι» (λ 74) «τῆ δὲ τόδε κρήδεμνον ὑπὸ ϲτέρνοιο τανύϲϲαι» (Od. ε 346). οὐ μέντοι τὸ τοιοῦτο διηνεκέϲ· ἔϲτι γὰρ ἃ καὶ ἐφύλαξαν τὸν ἴδιον τόνον· «ἀλλὰ ϲὺ μὲν κατάλεξαι» (Od. τ 44) καὶ «νῦν αὖτ᾿ ἐμὸν ἔγχοϲ ἄλευαι» (Il. Χ 285). καὶ τὸ τοιοῦτο διδάξαι ἄν, ὅτι ἐπὶ τινῶν μὲν ἤλλαξαν τοὺϲ τόνουϲ, ἐπὶ τινῶν δ᾿ οὔ. ἐνθάδε μέντοι κατὰ λόγον δοκεῖ ἡ προϲτακτικὴ ἀνάγνωϲιϲ κεῖϲθαι· εἰ γὰρ πρόκειται τὸ ἄγε παρακελευϲτικὸν ἐπίρρημα, ὅπερ ϲημεῖόν ἐϲτι προϲτακτικῆϲ ἐγκλίϲεωϲ, οἰκείωϲ καὶ τὰ τῆϲ ἀναγνώϲεωϲ ἐνεγένετο, ἄγε πείρηϲαι, ὡϲ καὶ ἐν ἑτέροιϲ «δεῦῤ ἄγε καὶ ϲῦ ξεῖνε πείρηϲαι ἀέθλων» (Od. θ 145). A.

---

Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg007.local001/.
