# Περὶ Ἰλιακῆς προσῳδίας 319

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, ΕΙϹ ΤΗΝ Δ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-25/319

319. κατέκταν μετὰ τοῦ ν αἱ Ἀριϲτάρχου, καὶ ἐν ἐκτάμϲει τοῦ ᾱ Δωρικῇ οὔϲῃ ὡϲ ἔβαν ἐγώ. ἡ γὰρ χρῆϲιϲ τοιαύτη ἦν παρὰ Ἀττικοῖϲ· παρὰ γὰρ τὸ κτῶ καὶ κτῆμι κινήματα ἱκανὰ ἐξέπιπτεν· δεύτεροϲ μὲν αὐτὸϲ ἀόριϲτοϲ, ὀφείλων εἶναι κοινῶϲ ἕκτην, γινόμενοϲ δὲ κατὰ Δωρίδα ἔκταν, ὃϲ ἐν χρήϲει ὁρᾶται Ἀττικοῖϲ. Εὐριπίδηϲ Πλειϲθένει «οὐ τὸν ϲὸν ἔκταν πατέρα πολέμιόν γε μήν᾿». Αἰϲχύλοϲ δὲ Παλαμήδει· «τίνοϲ κατέκταϲ ἕνεκα παῖδ᾿ ἐμὸν βλάβηϲ» καὶ ἐν Ϲεμέλῃ ἢ ὑδροφόροιϲ «Ζεὺϲ ὃϲ κατέκτα τοῦτον». ἐπίϲταται ὁ ποιητὴϲ καὶ τὸ πληθυντκὸν πρώτου ἀορίϲτου παθητικοῦ κατὰ ϲυγκοπὴν «οὐδέ τιϲ Αἰγίϲθου, ἀλλ᾿ ἔκταθεν ἐν μεγάροιϲι» (Od. δ 537), καὶ μέϲον δεύτερον ἀόριϲτον «Τεῦκρε πέπον δὴ νῶϊν ἀπέκτατο πιϲτὸϲ ἑταῖροϲ» (Ιl. Ο 437), ᾧ ἀκόλουθον ἀπαρέμφατον τὸ «κτάϲθαι τε πολίταϲ» (ib. 558)· μετοχαί τε ϲημαίνουϲαι τὸ κτῆμι, ἥτε κτάϲ καὶ κτάμενοϲ, ἀπαρέμφατόν τε ἐνεργητικὸν τὸ κτάμεναι. ὑγιῶϲ ἄρα Ἀρίϲταρχοϲ ἔκταν γράφει ὡϲ ἔκταν (imo ἔβαν ut supra, Aiax 868) ἐγώ. A.

---

Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg007.local001/.
