# Περὶ Ἰλιακῆς προσῳδίας 357-414

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, 357 to 414. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-25/357

357. οἶϲιν ἐπὶ Ζεὺϲ θῆκε κακὸν μόρον: ὁ Ἀϲκαλωνίτηϲ ἀναϲτρέφει, ἵν᾿ ᾖ ἐφ᾿ οἷϲ. δύναται δὲ τὸ ἑξῆϲ εἶναι ἐπέθηκεν· οὕτωϲ γὰρ βούλονται καὶ οἱ περὶ Ἡρακλέωνα· ἢ περιϲϲὴν λαμβάνειν τὴν ἐπί, ἥτιϲ πάλιν οὐκ ἀναϲτραφήϲεται, δι᾿ ὃν εἴπομεν λόγον· τοῦτο γὰρ βούλεται καὶ ὁ Ἀλεξίων. οὐδὲν μέντοι κεκώλυκε καὶ τὸ τοῦ Ἀϲκαλωνίτου, ἐπεὶ οὐχ ὁρῶ τινα λόγον ἀναγκαϲτικόν. A. 362. Τρώεϲϲ᾿ : τὸ τέλειον Τρώεϲϲι· διὸ προπαροξύνεται. A. ποθήν: ὡϲ κριτήν. A. 367. ἔτι ϲφιν: οὕτωϲ ἔτι ϲφιν. εἷϲ τόνοϲ, καίτοι ἐχρῆν δύο διὰ τὸ ἐπιφέρεϲθαι ἀντωνυμίαν ἀπὸ τοῦ ϲφ ἀρχομένην, ὁμοίωϲ τῷ «ὅθί ϲφιϲι πέφραδ᾿ Ἀχιλλεύϲ (Il. ψ 138), «ἦρχε δ᾿ ἄρά ϲφιν ἄναξ ἀνδρῶν Ἀγαμέμνων» (Il. Ξ 134). ϲεϲημείωται οὖν αὕτη ἡ ἀνάγνωϲιϲ μόνη, ὡϲ ἐν ἄλλοιϲ ὁ Ἡρωδιανὸϲ λέγει. A. 414. ἀμόν: Δημήτριόϲ φηϲιν ἀντὶ τοῦ ἐμόν. διὸ καὶ ἄντικρυϲ ψιλοῖ. πιθανώτερον δέ ἐϲτι Δωρικώτερον εἶναι, ἀντὶ τοῦ ἡμέτερον ἁμόν. οὕτωϲ Ἀπολλώνιοϲ. (V. pron. 142. 144.) Α.

---

Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg007.local001/.
