# Περὶ Ἰλιακῆς προσῳδίας 38-2

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, ΕΙC ΤHN Φ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-25/38-2

38. ὁ Ἀϲκαλωνίτηϲ ἐνθάδε γενόμενοϲ ἀξιοῖ ψιλοῦϲθαι τοὺϲ ὄρπηκαϲ, ἐπεί, φηϲί, παρὰ τὸ ὀρούειν ἐγένετο, ἐπιλαθόμενοϲ ἑαυτοῦ· ἐν γὰρ ταῖϲ Ὀδυϲϲειακαῖϲ προϲῳδίαιϲ φηϲίν, ὅϲα ὀνοματικῶϲ ϲχηματίζεται ἀπὸ ψιλῶν ῥημάτων, ταῦτα δαϲυνθήϲεται, ὡϲ ἀπὸ τοῦ ὀρούει ὅρπηξ. γελοῖον δὲ τὸ τοιοῦτον. ἄμεινον οὖν ἐϲτιν ἐκεῖνο λέγειν, ὡϲ ἐπεὶ τὸ α καὶ τὸ καταλήγοντα εἰϲ τὸ ρ ἑπομένου τοῦ π δαϲύνεϲθαι ἤθελεν, ὡϲ ἔχει τὸ ἅρπη, ἁρπάζω, ἁρπαλέοϲ, ἑρπετόν, ἑρπύζω, Ἅρπυια, καὶ τὸ ὄρπηξ τούτοιϲ ἐξομοιοῦντέϲ τινεϲ ἠθέληϲαν δαϲύνειν, οἷϲ οὐκ ἐπείϲθη ἡ παράδοϲιϲ, ἀλλὰ τῇ ἐτυμολογίᾳ· παρὰ γὰρ τὸ ὄρω ἐν πλεοναϲμῷ φηϲι (sc. Herodianus) τοῦ π γεγενῆϲθαι τὸ ὄνομα. Α.

---

Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg007.local001/.
