# Περὶ Ἰλιακῆς προσῳδίας 387

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, ΕΙϹ ΤΗΝ Ξ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-25/387

387. δαϊ: ὁ Ἀϲκαλωνίτηϲ βαρύνει ὡϲ Θέτι, οἱ δὲ πλείουϲ ὡϲ φλεβί ὀξύνουϲιν, οἷϲ ϲυγκατατίθεμαι. εἰ μὲν γὰρ ἦν ἡ εὐθεῖα, ὡϲ οἴεται ὁ Ἀϲκαλωνίτηϲ, δάϊϲ ὡϲ Θέτιϲ βαρυνομένη καὶ ὡϲ «πάντα Θέτι καλλιπλοκάμῳ» (Il. Ϲ 407) οὕτωϲ δάϊ, πρῶτον ἐκτείνεϲθαι δεήϲει τὸ ι. δεύτερον ἐκεῖνο ὁρῶμεν ἐναντιούμενον. τὰ γὰρ εἰϲ ιϲ λήγοντα καθαρὸν θηλυκά, εἴτ’ ἄλλῳ εἶτε καὶ τῷ ᾱ παραληγόμενα, οὐ φιλεῖ βαρύνεϲθαι, τοὐναντίον δὲ ὀξύνεϲθαι ὁ δὲ λόγοϲ ἐπὶ τῶν Ἑλληνικῶν, ἵνα μή τιϲ τὸ Ξόϊϲ ἢ Ϲάϊϲ ἀντιθῇ κείμενα παῤ Ἡροδότῳ — οἷον Θηβαΐϲ, Δαναΐϲ, Λαΐϲ, Θαΐϲ. οὕτωϲ ἄρα δαῖϲ· χωρὶϲ εἰ μὴ λέγοι τιϲ τοῦτο βεβαρυτονῆϲθαι πρὸϲ ἀντιδιαϲτολὴν τοῦ ὀξυνομένου. ὥϲπερ καὶ. τὸ ἀκρίϲ. ἄμεινόν ἐϲτιν ἐκεῖνο λέγειν ὡϲ ὅτι εἴτε ἀπὸ τῆϲ δάιϲ βαρυνομένηϲ εἴτε ὀξυνομένηϲ ἡ προκειμένη ἐϲτὶ δοτική, ὀφείλει ὀξύνεϲθαι τῷ τὰϲ εἰϲ ι ϲυνεϲταλμένον ληγούϲαϲ δοτικὰϲ καὶ μὴ ϲυναλειφθείϲαϲ ἐπ’ ὀνομάτων ἀρϲενικάϲ τε καὶ θηλυκὰϲ ὀξύνεϲθαι, μηνί, χηνί· ταύτῃ καὶ λιτί. οὕτωϲ καὶ ἡ δαΐ, εἴτε ἀποκέκοπται εἴτε ϲυγκέκοπται, ὀξυτονηθήϲεται. A.

---

Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg007.local001/.
