# Περὶ Ἰλιακῆς προσῳδίας 396

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, ΕΙϹ. ΤΗΝ Α.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-25/396

396. πολλάκι γάρ ϲεο πατρὸϲ ἐνὶ μεγάροιϲιν ἄκουϲαϲ Ἀρίϲταρχοϲ ἐγκλιτικὴν παρέλαβε τὴν ἀντωνυμίαν ϲέο, λέγων τὸ δηλούμενον εἶναι τοιοῦτο, πολλάκιϲ γάρ ϲου ἐν τοῖϲ τοῦ πατρόϲ μου δόμου ἤκουϲα καυχωμένηϲ. ἐὰν γάρ, φηϲί, κατ᾿ ὀρθὸν τόνον ἀναγνῶμεν, ἔϲται ἐν τοῖϲ τοῦ Νηρέωϲ οἴκοιϲ ὁ Ἀχιλλεὺϲ αὐτὴν ἀκηκοώϲ· ταύτην δὲ τὴν ἱϲτορίαν οὐκ οἶδεν Ὅμηροϲ. τοϲαῦτα ὁ Ἀρίϲταρχοϲ καὶ οἱ ἀπ᾿ αὐτοῦ. Πτολεμαῖοϲ δὲ ϲυγκατατίθεται μὲν τῇ ἐγκλιτικῇ ἀναγνώϲει, οὐ μὴν τῇ προκειμένῃ αἰτίᾳ, εἴγε ἤδη καὶ αὐτὸϲ ὁ Ἀρίϲταρχοϲ τὸ τοιοῦτο, φηϲί, παρεφύλαϲϲεν, ὡϲ ὅτι ταῖϲ μὲν πρωτοτύποιϲ οὕτωϲ χρῆται κατὰ γενικήν, ἐμέο, ἐμεῖο, ἐμεῦ, ἐμέθεν, ὁμοίωϲ καὶ ἐπὶ δευτέρου καὶ ταῖϲ δὲ κτητικαῖϲ ἤτοι ἐμοῦ ἢ ἐμοῖο, ϲοῦ ϲοῖο. ἐγίνετο οὖν, εἴπερ ἦν κτητική, ϲοῖο, ὥϲτε κἂν ὀρθοτονήϲωμεν τὴν ϲέο, οὐ δύναται ἀμφίβολοϲ καθίϲταϲθαι· ἡ γὰρ γραφὴ διελέγχει ὅτι πρωτότυπόϲ ἐϲτιν. ἐγένετο οὖν ἐγκλιτικὴ ἡ ἀνάγνωϲιϲ, ἐπειδήπερ ἁπλῆ ἐϲτι καὶ οὐκ ἔχει ἀντιδιαϲτολήν· καὶ ἐπεκράτηϲεν ἡ ἀνάγνωϲιϲ. A.

---

Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg007.local001/.
