# Περὶ Ἰλιακῆς προσῳδίας 41-356

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, 41 to 356. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-25/41

41. τοϲϲόνδε: πρὸ τέλουϲ ἡ ὀξεῖα. ἓν γάρ ἐϲτι μέροϲ λόγου. A. 51. τὸ ὀνομάκλυτοϲ ὡϲ τοξόκλυτοϲ· οὕτωϲ δὲ καὶ Ἀρίϲταρχοϲ. ἐν μέντοι τῇ Ὀδυϲϲείᾳ (τ 183) κατὰ παράθεϲιν ἀναγνωϲτέον «ἐμοὶ δ’ ὄνομα κλυτὸϲ Αἴθων ». ἰδίᾳ ϲυϲτῆϲαι γὰρ αὐτοῦ βούλεται τὸ ὄνομα, ἐπεί τοι ἔϲται κρεμάμενοϲ λόγοϲ. εἴπομεν δὲ ἐν τοῖϲ πρὸ τούτου βιβλίοιϲ (Ιl. Κ 109), πότε τὸ κλυτόϲ κατὰ τὸ τέλοϲ ϲυντιθέμενον φ λάϲϲει τὸν τόνον καὶ πότε ἀναδίδωϲιν. A. 59. πρὸϲ δ’ ἐμέ: οὕτωϲ ὀρθοτονητέον. A. 67. τὸ ὠμηϲταί Ἀρίϲταρχοϲ ὡϲ ἀθληταί, Τυραννίων δὲ ὡϲ κομῆται. ἔφαμεν δὲ ἐν τῇ (454) ἐντελῶϲ περὶ τῆϲ προϲῳδίαϲ ὡϲ ἐπεκράτηϲεν ἡ Ἀριϲτάρχου. A. 123. ἵκωμαι: τινὲϲ ὡϲ φιλῶμαι ἀναγινώϲκουϲιν, ἵνα τὸ ἱκετεύϲω ϲημαίνῃ. οὐκ ἀναγκαῖον δὲ ἐναλλάϲϲειν τὸν τόνον· καὶ γὰρ βαρυνόμενον ταὐτὸν ὑπιϲχνεῖται καὶ ἀκόλουθόν ἐϲτι μέϲῳ δευτέρῳ ἀορίϲτῳ ὁριϲτικῷ τῷ «τὴν ἱκόμην φεύγων » (Ιl. Ξ 260). ὡϲ οὖν ἐλιπόμην λίπωμαι οὕτωϲ ἱκόμην ἵκωμαι. A. 246. περιϲπαϲτέον τὸν ἦ ϲύνδεϲμον· ἀδύνατον γὰρ τῷ ἤ ϲυνδέϲμῳ ἑπόμενον αὐτὸν ὀξύνεϲθαι. A. 261. ϲυνἡμοϲύναϲ: δαϲυντέον. ϲημαίνει δὲ τὰϲ ϲυνθήκαϲ ἀπὸ τοῦ εἰϲ ταὐτὸν ἀφεῖναι τὰ τῆϲ διανοίαϲ παρὰ τὸν ἥϲω οὖν ἥμῶν τί ἐϲτι καὶ ἥμονοϲ ἡ γενικὴ (cf. ψ 886), παρ’ ἣν τὸ ἡμοϲύνη. οὕτωϲ δὲ εἶχε καὶ μεθημοϲύνη (Ν 108. 121). A. 285. ἄλευαι: προϲτακτικῶϲ ἀναγινώϲκειν δεῖ· διὸ τρίτη ἀπὸ τέλουϲ ἡ ὀξεῖα. εἰρωνείᾳ δὲ τοῦτό φηϲιν. A. 347. κατὰ ϲυϲτολὴν τὸ κρέα ἀνεγνώϲθη ὥϲπερ καὶ ἐν τῇ ϲυνηθείᾳ. ἐκτείνει δὲ ὁ Τυραννίων. ἀλλ’οὐδέποτε ὁ ποιητὴϲ κρέα εἶπεν. V. 356. τὸν ἦ ϲύνδεϲμον περιϲπαϲτέον. ἔϲτι γὰρ βεβαιωτικόϲ. A.

---

Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg007.local001/.
