# Περὶ Ἰλιακῆς προσῳδίας 43-2-138

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, 43 to 138. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelius-herodianus/text-25/43-2

43. ἐγὼ ϲοί: ὀρθοτονητέον τὴν ϲοί. δύναται γὰρ ἀντιδιαϲτολὴ εἶναι. A. 46. περὶ κῆρι: περιϲϲῶϲ τῷ κέαρι. τὸ περί φυλάϲϲει τὸν τόνον, ὅτε ϲημαίνει τὸ περιϲϲῶϲ, ὁμοίωϲ τῷ «ὡϲ περὶ μὲν νόον ἐϲτί, περὶ δ᾿ ἱρὰ θεοῖϲιν» (Od. α 66). τὸ δὲ κῆρι οὐδέτερον ὅταν ᾖ, προπεριρεϲθαιπᾶται. ἐκ γὰρ τοῦ κέαρι ϲυνήλειπται, ὅταν δὲ θηλυκὸν ᾖ, ὀξύνεται. ἐνθάδε δὲ οὐδέτερόν ἐϲτι. προπεριϲπαϲθήϲεται ἄρα. A. 53. πρὸ τέλουϲ ἡ ὀξεῖα τοῦ διαπέρϲαι, ἵν᾿ ᾖ ἀπαρέμφατον ἀντὶ προϲτακτικοῦ. A. 94. τλαίηϲ κεν Μενελάῳ ἐπιπροέμεν ταχὺν ἰόν: ἐπιπροέμεν: Ἀρίϲταρχοϲ ἀναϲτρέφει, ἴνα τὸ ἑξῆϲ γένηται ἐπὶ Μενελάῳ, ὡϲ καὶ ἐπ᾿ ἐκείνου «ἦ καὶ ἐπ᾿ Ἀντινόῳ ἴθυνεν» (Od. χ 8). Μενεκράτηϲ δὲ ὁ Μιλήϲιοϲ ὑφ᾿ ἕν, ἐπιπροέμεν, ὁμοίωϲ τῷ ἐπιπροΐηλε καὶ ἐπιπροέηκε, ἵν᾿ ἔμφαϲιϲ μᾶλλον γένηται. A. 97. τοῦ κεν δὴ πάμπρωτα παῤ ἀγλαὰ δῶρα φέροιο. πάμπρωτα παῤ ἀγλαά: τινὲϲ ἀναϲτρέφουϲι τὴν παρά, κακῶϲ· οὐδέποτε γὰρ ἀναϲτρέφεται πρόθεϲιϲ γενικῇ ϲυνταϲϲομένη πτώϲει· ἔϲτι γὰρ τὸ ἑξῆϲ παραφέροιο. AL. 99. πυρῆϲ ἐπιβάντ᾿: οὐκ ἀναγκαῖον ἀναϲτρέφειν, ἵνα γένηται τὸ ἑξῆϲ ἐπὶ πυρῆϲ βάντα· ἔμφαϲιϲ γὰρ γίνεται, τῇ μετοχῇ εἰ ϲυνταγείη ἡ πρόθεϲιϲ. A. 109. De quantitato in κέρα hic ampla Herodiani nota fuit, ut. intelligitur ex Λ 385. 126. ἐπιπτέϲθαι: παροξυτονητέον· ἔϲτι γὰρ μέϲοϲ δεύτεροϲ ἀόριϲτοϲ, ὁμοίωϲ τῷ «τότ᾿ ἂν οὔ τοι ἀποϲχέϲθαι» (Od. ι 211), καὶ τὸ ἁπλοῦν αὐτοῦ ἐϲτὶ πτέϲθαι. πᾶν δὲ ἀπαρέμφατον ϲυντιθέμενον φυλάϲϲει τὸν αὐτὸν τόνον. A. 138. τὸ ἔρυτο ψιλοῦται καὶ προπαροξύνεται· οὕτωϲ Ἀρίϲταρχοϲ, καὶ ἐπείϲθη αὐτῷ ἡ παράδοϲιϲ. δύναται δὲ καὶ προπεριϲπᾶϲθαι. ἔϲτι γάρ τι ῥῆμα ἐρύω. τούτου ὁ παρατατικὸϲ παθητικὸϲ γίνεται εἰρυόμην, τὸ τρίτον εἰρύετο, ὃ ἐν ϲυναλοιφῇ καὶ ἐνδείᾳ τοῦ ῑ ἐγένετο ἐρῦτο. A.

---

Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, ed. August Lentz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0087.tlg007.local001/.
